作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia IX, Caput VI 第IX講話 第VI章

Anonymous · Homiliae · 2 sectiones

Homiliae 9.6.1

1

Ὅμως τῆς ἀπαρχῆς μιᾶς οὔσης βασιλείας πολλαὶ διαιρέσεις τοῦτον ἐγένοντο τὸν τρόπον. Πέρσαι πρῶτοι τῆς ἐξ οὐρανοῦ πεσούσης ἀστραπῆς λαβόντες ἄνθρακας τῇ οἰκείᾳ διεφύλαξαν τροφῇ, καὶ ὡς θεὸν οὐράνιον προτιμήσαντες τὸ πῦρ, ὡς πρῶτοι προσκυνήσαντες ὑπ᾽ αὐτοῦ τοῦ πυρὸς πρῶτοι βασιλείας τετίμηνται. μεθ᾽ οὓς Βαβυλώνιοι ἀπὸ τοῦ ἐκεῖ πυρὸς ἄνθρακας κλέψαντες καὶ διασώσαντες εἰς τὰ ἑαυτῶν καὶ προσκυνήσαντες καὶ αὐτοὶ ἀκολούθως ἐβασίλευσαν.

「こうして、もとは一つの王権であったが、次のような仕方で多くの分裂が生じた。ペルシア人が最初に、天から落ちた稲妻の燃えさしを取って、自分たちの糧によってそれを保ち続け、火を天の神として何より尊んだので、最初にその火を拝んだ者として、最初に王権を得る誉れを受けた。彼らに続いてバビロニア人が、かの地の火から燃えさしを盗み取り、自分たちのもとに持ち帰って保ち、それを拝んで、彼らもまた同様に王となった。」

Homiliae 9.6.2

2

Αἰγύπτιοι δὲ ὁμοίως πράξαντες, καὶ τὸ πῦρ ἰδίᾳ διαλέκτῳ Φθαοὺ καλέσαντες, ὃ ἑρμηνεύεται Ἥφαιστος, οὗ τῷ ὀνόματι καὶ ὁ παρ᾽ αὐτοῖς πρῶτος βασιλεύσας προσαγορεύεται. τοῦτον μὲν οὖν τὸν τρόπον χρησάμενοι καὶ οἱ κατὰ τόπον βασιλεύσαντες, καὶ ἵδρυμα ποιήσαντες καὶ βωμοὺς εἰς τιμὴν τοῦ πυρὸς ἀνάψαντες, τῆς μὲν βασιλείας οἱ πλεῖστοι ἀπεσβέσθησαν.

「エジプト人たちも同じように行い、火を自分たちの言葉でプタハと呼んだが、これは『ヘファイストス』と訳される。彼らのもとで最初に王となった者も、この名で呼ばれている。こうして、各地で王となった者たちもこの仕方に倣い、聖所を建て、火を敬うために祭壇に火を灯したが、その王権の大半は消え去ってしまった。」