作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia XI, Caput XXVI 第XI講話 第XXVI章

Anonymous · Homiliae · 2 sectiones

Homiliae 11.26.1

1

Ἀλλ᾽ ἴσως ἐρεῖ τις· τί συμβάλλεται πρὸς εὐσέβειαν τὸ βαπτισθῆναι ὕδατι; πρῶτον μὲν, ὅτι τὸ δόξαν Θεῷ πράττεις. δεύτερον δέ, ἐξ ὕδατος ἀναγεννηθεὶς Θεῷ, αἰτίᾳ φόβου, τὴν ἐξ ἐπιθυμίας πρώτην σοι γενομένην καταλλάσσεις γένεσιν, καὶ οὕτως σωτηρίας τυχεῖν δύνῃ·

「しかし、誰かはおそらくこう言うだろう、『水によって洗礼を受けることが、敬虔にとって何の役に立つのか』と。第一に、それはお前が神の御心にかなうことを行うからである。第二に、水から神へと新たに生まれることによって、畏れを理由として、欲望から生じたお前の最初の誕生を取り替えるのであり、こうして救いを得ることができるのである。」

Homiliae 11.26.2

2

ἄλλως δὲ ἀδύνατον. οὕτως γὰρ ἡμῖν ὤμοσεν ὁ προφήτης εἰπών· ἀμὴν ὑμῖν λέγω, ἐὰν μὴ ἀναγεννηθῆτε ὕδατι ζῶντι, εἰς ὄνομα πατρὸς, υἱοῦ, ἁγίου πνεύματος, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐράνων. διὸ προσέλθετε. ἔστιν γάρ τι ἐκεῖ ἀπαρχῆς ἐλεῆμον, ἐπιφερόμενον τῷ ὕδατι, ὁ τοὺς βαπτιζομένους ἐπὶ τῇ τρισμακαρίᾳ ἐπονομασίᾳ καὶ ῥύεται τῆς ἐσομένης κολάσεως, ὥσπερ δῶρα προσφέρον τῷ Θεῷ ὡς ἄν ἀπὸ τοῦ βαπτίσματος αὐτῶν τῶν βαπτισθέντων τὰς εὐποιΐας. διὸ προσφεύγετε τῷ ὕδατι, τοῦτο γὰρ μόνον τὴν τοῦ πυρὸς ὁρμὴν σβέσαι δύναται. τούτῳ ὁ μήπω προσελθεῖν θέλων ἔτι τὸ τῆς λύσσης φέρει πνεῦμα, οὗ ἕνεκα ἐπὶ τῇ αὑτοῦ σωτηρίᾳ ὕδατι ζῶντι προσελθεῖν οὐ θέλει.

「他の仕方では不可能である。というのも、預言者は我々にこう誓って語ったからである。『まことに汝らに言う。生ける水によって、父と子と聖なる霊の名において新たに生まれなければ、汝らは天の王国に入ることは決してない』と。それゆえ、近づけ。というのも、そこには、初めからある慈しみ深い何かがあり、水に伴って働き、三重に祝された御名のもとで洗礼を受ける者たちを、来るべき懲罰から救い出すのである。あたかも、洗礼を受けた者たち自身の善き行いを、彼らの洗礼から神に捧げ物として差し出すかのように。それゆえ、水のもとへ逃れよ。これのみが、火の勢いを消すことができるからである。まだこれに近づこうとしない者は、なお狂気の霊を身に帯びている、それゆえに、自分自身の救いのために、生ける水に近づこうとしないのである。」