Homiliae 6.1.1
Τρίτῃ δὲ ἡμέρᾳ εἰς τὸ προωρισμένον τῆς Τύρου χωρίον· σὺν τοῖς οἰκειοτάτοις ἐλθὼν ἐγώ γε εὑρίσκω τὸν Ἀππίωνα, Ἀνουβίωνός τε καὶ Ἀθηνοδώρου καθεζόμενον μέσον, καὶ μετὰ πολλῶν ἄλλων τῶν ἐκ παιδείας ἀνδρῶν ἡμᾶς ἀναμενόντων. καὶ ὅμως οὐδὲν καταπλαγείς, προσαγορεύσας ἀντικαθέζομαι τῷ Ἀππίωνι, ὅς μετ᾽ οὐ πολὺ λέγειν ἤρξατο·
三日目、テュロスのあらかじめ定められた場所へ、私は親しい者たちとともに赴き、アッピオンが、アンヌビオンとアテノドロスとの間に座り、そのほか教養ある多くの男たちとともに我々を待っているのを見出した。それでも私は少しも怯むことなく、挨拶をしてアッピオンの向かいに腰を下ろした。すると彼は、ほどなくして語り始めた。
Homiliae 6.1.2
βούλομαι πρῶτος ἀρξάμενος ἐντεῦθεν ἤδη ταχέως ἐλθεῖν ἐπὶ τὸ ζητούμενον. πρὸ τοῦ σε, τέκνον Κλήμης, ἡμῖν παρεῖναι, Ἀνουβίων οὗτος καὶ Ἀθηνόδωρος, οἱ χθὲς ἅμα τοῖς ἄλλοις ἐπακούσαντές σου διαλεγομένου, ἀφηγήσαιτό μοι, πῶς ἐν τῇ Ῥώμῃ, συνεργέμενός σοι ὡς ἐρῶντι, πολλὰ τῶν θεῶν κατεψευσάμην, εἰπὼν αὐτοὺς παιδεράστας, ἀσελγεῖς, μιγνυμένους μητράσιν, ἀδελφαῖς, θυγατράσιν, καὶ μυρίαις μοιχείαις ἀνεχομένους. ἀλλ᾽ ἐχρῆν σε, ὦ τέκνον, εἰδέναι, ὅτι μὴ τοιαῦτα περὶ θεῶν φρονῶν ἔγραφον, ἀλλὰ στοργῇ τῇ πρός σε τὰ ἀληθῆ λέγειν ἀπεκρυπτόμην, ἅπερ εἰ νῦν ἐθέλεις, παρ᾽ ἐμοῦ ἄκουσον.
「私はまず自分から始めて、ここから早くも求められていることに入りたい。息子クレメンスよ、お前が我々のもとに来る前に、このアンヌビオンとアテノドロス——昨日ほかの者たちとともにお前の語るのを聞いていた者たち——が私に語ってくれた、私がローマで、恋する者としてのお前に協力して、いかに神々について多くの偽りを言い立てたか、神々を少年愛の者、放埓な者、母や姉妹や娘と交わる者、無数の姦通に耐える者と呼んだか、ということを。だが息子よ、お前は知るべきであった——私は神々についてそのように考えていて書いたのではなく、お前への情愛のゆえに、真実を語ることを隠していたのだ、ということを。もし今お前がそれを望むなら、私から聞くがよい。」