Homiliae 6.9.1
Παραλαμβάνεται δὲ ἡ μὲν Ἥρα πρὸς ἀέρος εὐκρασίαν, δἰ ὅ καὶ γονιμωτάτη ἐστίν· ἡ δὲ Ἀθηνᾶ, ἥν καὶ Παλλάδα λέγουσιν, διὰ τὸ ἄκρως θερμὸν γένεσίν τινος ποιῆσαι μὴ δυναμένη, παρθένος ἐνομίσθη. ὁμοίως δὲ καὶ Ἄρτεμις ἑρμηνευομένη, ἥν εἰς τὸν κατώτατον μυχὸν τοῦ ἀέρος παραλαμβάνουσιν, καὶ δι᾽ ἀκρότητα κρύους ἄγονον οὖσαν ὁμοίως παρθένον ἐκάλεσαν.
「さて、ヘラは大気の穏やかな調和のために取り上げられ、それゆえこの上なく生殖力に富む。他方、アテナ——パラスとも呼ばれる——は、極度に熱いために何かを生み出すことができないので、処女とみなされた。同じように、アルテミスも同じ仕方で解釈され、大気の最も低い奥まった部分に配せられ、寒さの極みのゆえに不毛であるので、同じく処女と呼ばれた。」
Homiliae 6.9.2
Διόνυσον δὲ ὡς φρενῶν θολοτικὸν ὀνομάζουσιν τὴν ἀπὸ τῶν ἄνω τε καὶ κάτω ἀτμῶν τὴν θολερὰν καὶ μεθύουσαν σύστασιν. τὸ δὲ κατωτέρω τῆς γῆς ὕδωρ, ἕν ὂν τῇ φύσει, καὶ διὰ πάντων τῶν χερσαίων πόρων διεῖρον, καὶ εἰς πολλὰ διαιρούμενον, ὥσπερ συγκοπτόμενον, Ὄσιριν ἐκάλεσαν. λαμβάνουσι δὲ καὶ Ἄδωνιν εἰς ὡραίους καιρούς, Ἀφροδίτην εἰς μῖξιν καὶ γένεσιν, Δήμητρα εἰς γῆν, Κόρην εἰς σπέρματα, καὶ Διόνυσόν τινες εἰς ἄμπελον.
「ディオニュソスは、精神を濁らせるものとして名づけられる——上方と下方からの蒸気からなる、濁った酔わせる混合物のことである。地下にある水は、その本性においては一つのものでありながら、あらゆる陸の水路を通って行き渡り、多くに分かれるがゆえに、あたかも切り刻まれるかのようであるので、オシリスと名づけられた。またアドニスは季節のめぐりに、アフロディテは交わりと生成に、デメテルは大地に、コレは種子に、そしてある者たちはディオニュソスをブドウの木に配するのである。」