作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia VII, Caput XI 第VII講話 第XI章

Anonymous · Homiliae · 3 sectiones

Homiliae 7.11.1

1

Ἐγὼ σεισμοὺς καὶ πᾶν ὅ τι βούλομαι ποιεῖν εἰ ἐδυνάμην, Σίμωνα οὐ λέγω ὅτι μετὰ τῶν αὐτοῦ ἑταίρων ἐξωλόθρευον (οὐ γὰρ ἐπὶ φθορᾷ ἀνθρώπων ἀπέσταλμαι), ἀλλὰ φίλον ἐμαυτῷ αὐτὸν ἂν ἐποιησάμην, ἵνα μή μου τὸ ἀληθὲς διαβάλλων κήρυγμα πολλοῖς ἐμποδίζῃ πρὸς σωτηρίαν. εἰ δέ μοι πιστεύετε, αὐτός ἐστιν μάγος, αὐτὸς διάβολος, αὐτὸς κακίας ὑπηρέτης κατὰ τῶν ἀγνοούντων τὸ ἀληθές·

「もし私が地震を起こし、望むことは何でもなし得るとしても、私はシモンをその仲間たちともども滅ぼし尽くすとは言わない――私は人間を滅ぼすために遣わされたのではないからだ――むしろ、彼を自分の友としたことであろう。それは、彼が私の真なる宣教を中傷して、多くの者たちの救いを妨げることのないようにするためである。だが、もし諸君が私を信じるならば、彼こそが魔術師であり、彼こそが中傷者であり、彼こそが真理を知らぬ者たちに対する悪の下僕なのである。」

Homiliae 7.11.2

2

καὶ διὰ τοῦτο ἁμαρτάνουσι νόσους ἐνεργεῖν δύναται, συνεργοὺς ἔχων τοὺς ἁμαρτάνοντας τῆς κατ᾽ αὐτῶν δυνάμεως. ἐγὼ δὲ τοῦ Θεοῦ τοῦ πάντα πεποιηκότος εἰμὶ δοῦλος, τοῦ δεξιοῦ αὐτοῦ προφήτου μαθητής. διὸ ἐκείνου ἀπόστολος ὢν ἀληθεύω. ἀγαθῷ γὰρ ὑπηρετῶν, καὶ νόσες ἀπελαύνω·

「それゆえ、罪を犯す者たちに対して、彼は病を働かせることができるのであり、罪を犯す者たち自身を、彼らに対する自分の力の協力者としているのである。しかし私は、万物を造られた神の僕であり、神の右の預言者の弟子である。それゆえ、私はその方の使徒として真理を語る。善き方に仕える者として、私もまた病を追い払うのである。」

Homiliae 7.11.3

3

ἐπέμφθην γὰρ δεύτερος· ἐπεὶ προηγεῖται μὲν νόσος, ἕπεται δὲ ἴασις. δι᾽ ἐκείνου μὲν οὖν τοῦ κακοποιοῦ μάγου τῷ Θεῷ ἀπιστήσαντες ἐνοσήσατε, δἰ ἐμοῦ δέ, ἐάν τε αὐτῷ πιστεύσητε, ἰαθήσεσθε. οὕτω γὰρ τοῦ δυνατοῦ τὴν πείραν λαβόντες, ἐπὶ τὸ εὐποιεῖν τραπόμενοι, καὶ τὰς ψυχὰς ἀνασωθῆναι δυνηθείητε.

「なぜなら、私は二番目の者として遣わされたからである。病が先立ち、癒しがそれに続くゆえに。それゆえ、諸君はあの悪をなす魔術師によって神を信じずに病にかかったのであり、私を通して、もし神を信じるならば、癒されるであろう。このようにして、力ある方の証しを得て、善を行うことに転じ、魂もまた救われることができるように。」