作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia IX, Caput XXI 第IX講話 第XXI章

Anonymous · Homiliae · 2 sectiones

Homiliae 9.21.1

1

Ὄνπερ γὰρ τρόπον Καίσαρος χιλιάρχῳ οἱ ὑποκείμενοι στρατιῶται διὰ τὴν τοῦ δεδωκότος ἐξουσίαν τὸν εἰληφότα οἴδασιν τιμᾶν, τοσοῦτον ὥστ᾽ ἂν τοὺς ἐφεστῶτας λέγειν τούτῳ, ἐλθέ, καὶ ἔρχεται, καὶ ἄλλῳ, πορεύου, καὶ πορεύεται, οὕτως καὶ ὁ Θεῷ ἑαυτὸν ἀποδοὺς, πιστὸς ὢν, δαίμοσίν τε καὶ πάθεσιν μόνον λέγων ἀκούεται, καὶ ὑποχωροῦσιν δαίμονες, πολὺ ἰσχυρότεροι ὄντες τῶν κελευόντων. ἀφράστῳ γὰρ δυνάμει τὸν ἑκάστου νοῦν ὁ Θεὸς ὑποτάσσει ᾧ βούλεται. ὡς γὰρ τὸν Καίσαρα πεφόβηνται ὄντα ἄνθρωπον πολλοὶ ἡγεμόνες μετὰ πασῶν τῶν παρεμβολῶν καὶ πόλεων, τῆς ἑκάστου καρδίας τῶν ὅλων εἰκόνα προτιμᾶν σπευδούσης·

「カエサルの千人隊長に服する兵士たちが、それを与えた者の権能のゆえに、それを受けた者を敬うことを知っており、その敬いのゆえに、そこに立つ者たちがある者に『来い』と言えば来て、別の者に『行け』と言えば行くように――同様に、神に自らを捧げた者は、信ある者として、ダエモーンどもや情念どもに向かってただ言葉を発するだけで聞き入れられ、ダエモーンどもは、命じる者よりもはるかに強い者でありながら、退くのである。神は、言い表しえぬ力によって、各人の精神を、御自身の望む者に服従させられるからである。多くの総督たちが、あらゆる陣営と都市とともに、人間にすぎないカエサルを恐れてきたのも、各人の心が、全体を代表するその似姿をこそ重んじようと急ぐからである。」

Homiliae 9.21.2

2

Θεοῦ γὰρ βουλῇ τὰ πάντα δεδουλωμένα φόβῳ τὴν αἰτίαν ἐκ οἶδεν· οὕτω καὶ τὸν Θεῷ προσφεύγοντα καὶ τὴν δικαίαν πίστιν ὥσπερ εἰκόνα αὐτοῦ ἐν τῇ αὐτοῦ βαστάζοντα καρδίᾳ πάντα τὰ παθοποιὰ πνεύματα τιμᾷ καὶ φεύγει , φυσικῇ τινι ὁδῷ πεφοβημένα.

「神の意志によってあらゆるものが恐れに服従させられているが、その理由を知らない。同様に、神のもとに逃れ、正しい信を、あたかも神の似姿であるかのようにその心に抱く者を、あらゆる情念を生み出す霊どもも、ある自然な仕方で恐れさせられて、敬い、逃げ去るのである。」