Homiliae 18.20.1
Πρὸς δὲ τοὺς τοιοῦτον αὐτὸν νομίζοντας εἶναι εὐλόγως ἄν τις λέγοι εἰρῆσθαι· οὐδεὶς ἔγνω τὸν πατέρα, εἰ μὴ ὁ υἱός, ὡς οὐδὲ τὸν υἱόν τις οἶδεν, εἰ μὴ ὁ πατήρ. καὶ εἰκότως. εἰ γὰρ ἠπίσταντο, οὐκ ἄν ταῖς ὄντως πρὸς πειρασμὸν κατὰ τοῦ Θεοῦ γραφείσαις βίβλοις πιστεύοντες ἡμάρτανον. ἀλλὰ καὶ ἀλλαχῆ που λέγει, θέλων σαφέστερον αὐτοῖς τὴν αἰτίαν τῆς πλάνης αὐτῶν ὑποδεῖξαι·
「そして、彼をそのような者だと考えている者たちに対しては、次のように語られたと言うのが理にかなっているだろう。『誰も父を知らなかった、子のほかは。子を知る者もいなかった、父のほかは』と。それも当然である。というのも、もし彼らが知っていたならば、実のところ試みのために神に対して書かれた書物を信じることによって、罪を犯すことはなかったはずだからである。そして、ほかのところでも、彼らの迷いの原因をいっそう明らかに示そうとして、こう言っている。」
Homiliae 18.20.2
διὰ τοῦτο πλανᾶσθε, μὴ εἰδότες τὰ ἀληθῆ τῶν γραφῶν, οὗ εἵνεκεν ἀγνοεῖτε καὶ τὴν δύναμιν τοῦ Θεοῦ. διὸ δεῖ πάντα ἄνθρωπον σωθῆναι θέλοντα γενέσθαι, ὡς ὁ διδάσκαλος εἶπεν, κριτὴν τῶν πρὸς πειρασμὸν γραφεισῶν βίβλων. οὕτως γὰρ εἶπεν·
「『それゆえ汝らは迷っている、聖書の真実なることを知らずにいるがゆえに。それゆえに汝らは神の力についても知らずにいるのだ』と。それゆえ、救われることを望むすべての人間は、師が言われたように、試みのために書かれた書物についての裁き手とならなければならない。というのも、こう言われたからである。」
Homiliae 18.20.3
γίνεσθε τραπεζῖται δόκιμοι. τραπεζιτῶν δὲ χρεία, ὅτι τοῖς δοκίμοις καὶ τὰ κίβδηλα ἀναμεμιγμένα.
「『汝ら、確かな両替商となれ』と。両替商が必要なのは、確かな貨幣に、偽りの貨幣も混じっているからである。」