Homiliae 11.29.1
Ῥητῇ οὖν ταύτῃ φωνῇ ἐχρήσατο, τὰ ἀληθῆ πρὸς τοὺς ὑποκριτὰς αὐτῶν, οὐ πρὸς πάντας. ἐνίων γὰρ καὶ ἐπακούειν ἔλεγεν, ὅτι τὴν Μωυσέως ἐπιστεύθησαν καθέδραν. πλὴν πρὸς τοὺς ὑποκριτὰς ἔλεγεν· οὐαὶ ὑμῖν γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι καθαρίζετε τοῦ ποτηρίου καὶ τῆς παροψίδος τὸ ἔξωθεν, ἔσωθεν δὲ γέμει ῥύπους.
「それゆえ、彼はこの明確な言葉を用いた——まことには、彼らのうちの偽善者たちに対してであり、すべての者に対してではない。というのも、彼は、ある者たちについては、モーセの座を委ねられているのだからと言って、聞き従うようにとさえ言っていたからである。しかし、偽善者たちに対してはこう言った。『律法学者たちとファリサイ人たち、偽善者たちよ、汝らに災いあれ。汝らは杯と皿の外側を清めるが、内側は汚れで満ちている。』」
Homiliae 11.29.2
Φαρισαῖου τυφλέ, καθιάρισον πρῶτον τοῦ ποτηρίου καὶ τῆς παροψίδος τὸ ἔσωθεν, ἵνα γένηται καὶ τὰ ἔξω αὐτῶν καθαρά. καὶ ἀληθῶς. φωτισθέντος γὰρ τοῦ νοῦ τῇ γνώσει ὁ μαθὼν δύναται ἀγαθὸς εἶναι, ᾧ παρέπεται τὸ καθαρὸν γενέσθαι. ἐκ τῆς ἔσω γὰρ διανοίας ἡ τοῦ ἔξω σώματος ἀγαθὴ γίνεται πρόνοια. ὡς ἀπό γε τῆς κατὰ τὸ σῶμα ἀναισθησίας τῆς διανοίας πρόνοια γενέσθαι οὐ δύναται, οὕτως ὁ καθαρὸς καὶ τὸ ἔξω καὶ τὸ ἔσω καθάραι δύναται, ὁ δὲ τὰ ἔξω καθαίρων , πρὸς ἀνθρώπων τὸν ἔπαινον ἀφορῶν τοῦτο ποιεῖ, καὶ ἐπαίνῳ τῶν ἱστορούντων παρὰ τῷ Θεῷ οὐδὲν ἔχει.
「『盲目なファリサイ人よ、まず杯と皿の内側を清めよ、そうすればその外側も清くなるであろう』と。そして、まことにその通りである。精神が知識によって照らされるとき、学んだ者は善き者でありうる。それに清くなることが伴うのである。内なる思いから、外なる体への善き配慮が生じるからである。体についての無感覚から思いへの配慮が生じることがないように、清い者は外側も内側も清めることができる。しかし、外側だけを清める者は、人々からの称賛を目当てにそうしているのであり、それを見た者たちの称賛によって、神のもとでは何も得るところがない。」