作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia VI, Caput V 第VI講話 第V章

Anonymous · Homiliae · 2 sectiones

Homiliae 6.5.1

1

Κρόνον οὖν τὸν χρόνον μοι νόει, τὴν δὲ Ῥέαν τὸ ῥέον τῆς ὑγρᾶς οὐσίας· ὅτι χρόνῳ φερομένη ἡ ὕλη ἅπασα ὥσπερ ὠὸν τὸν πάντα περιέχοντα σφαιροειδῆ ἀπεκύησεν οὐρανόν·

「それゆえ、クロノスを時間と理解するがよい。そしてレアを、湿った実体の流れゆくものと。というのも、時間によって運ばれる質料の全体が、あたかも卵のように、すべてを包み込む球形の天を産み出したからである。」

Homiliae 6.5.2

2

ὅπερ κατ᾽ ἀρχὰς τοῦ γονίμου μυελοῦ πλῆρες ἥνωσαν στοιχεῖα, καὶ χρώματα παντοδαπὰ ἐκτεκεῖν δυνάμενον, καὶ ὅμως παντοδαπὴν ἐκ μιᾶς οὐσίας τε καὶ χρώματος ἑνὸς ἔφερε τὴν φαντασίαν. ὥσπερ γὰρ ἐν τῷ τοῦ ταὼ γεννήματι ἕν μὲν τοῦ ὠοῦ χρῶμα δοκεῖ, δυνάμει δὲ μυρία ἔχει ἐν ἑαυτῷ τοῦ μέλλοντος τελεσφορεῖσθαι χρώματα, οὕτως καὶ τὸ ἐξ ἀπείρου ὕλης ἀποκυηθὲν ἔμψυχον ὠὸν, ἐκ τῆς ὑποκειμένης καὶ ἀεὶ ῥεούσης ὕλης κινούμενον, παντοδαπὰς ἐκφαίνει τροπάς. ἔνδοθεν γὰρ τῆς περιφερείας ζῶόν τι ἀῤῥενόθηλυ εἰδοποιεῖται προνοίᾳ τοῦ ἐνόντος ἐν αὐτῷ θείου πνεύματος, ὅν Φάνητα Ὀρφεὺς καλεῖ, ὅτι αὐτοῦ φανέντος τὸ πᾶν ἐξ αὐτοῦ ἔλαμψεν, τῷ φέγγει τοῦ διαπρεπεστάτου τῶν στοιχείων πυρὸς ἐν τῷ ὑγρῷ τελεσφορουμένου. καὶ οὐκ ἄπιστον, ὅτι καὶ ἐπὶ λαμπυρίδων, δείγματος ἕνεκα, ἡ φύσις ἡμῖν ὁρᾷν ὁγρὸν φῶς ἐδωρήσατο.

「それは初めのころ、生殖力に富む髄で満ちた元素を結び合わせ、あらゆる種類の色を生み出すことができたが、それでいて一つの実体と一つの色から、あらゆる種類の見かけを帯びていた。孔雀の卵において、卵の色は一つに見えながら、可能態としては、やがて成し遂げられるべき無数の色をその内に宿しているように、限りない質料から産み出された魂を持つ卵もまた、絶えず流れゆく基体としての質料から動かされて、あらゆる種類の変化を現し出す。その丸みの内側で、雌雄両性を具えたある生き物が、その内に宿る神的な霊の摂理によって形づくられる——オルペウスがファネースと呼ぶ者である。彼が現れ出たことによって、その方から万物が輝き出たからであり、元素のうちで最も卓越した火の輝きが、湿ったもののうちで成し遂げられたからである。そしてこれは信じがたいことではない。蛍においても、証しのために、自然は我々に、湿った光を見ることを恵み与えているのだから。」