作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia XIV, Caput XII 第XIV講話 第XII章

Anonymous · Homiliae · 2 sectiones

Homiliae 14.12.1

1

Ἀμφοτέρων οὖν σιωπώντων ἔφην· ἐπειδὴ τὸ μάθημα ἀκριβῶς ἐπίσταμαι, ὁ δὲ κύριος καὶ ὁ πατὴρ οὐχ οὕτως, ἤθελον, εἰ αὐτὸς Ἀννουβίων παρῆν, ἐπὶ τοῦ πατρὸς ἐποιησάμην λόγον. οὕτω γὰρ ἂν τὸ πρᾶγμα εἰς φανερὸν ἐλθεῖν ἠδύνατο, τεχνίτου πρὸς ὁμότεχνον τὴν ζήτησιν ἐσχηκότος. καὶ ὁ πατὴρ ἀπεκρίνατο·

二人とも黙り込んだので、私はこう言った。「私はこの学問を精確に知っているが、主と父はそうではないので、もしアンヌビオン自身がここにいたなら、父の前で論を交わしたかった。そうすれば、専門家が同業の専門家を相手に探究することになり、この事は明らかになり得ただろうから。」すると父は答えた。

Homiliae 14.12.2

2

ποῦ οὖν δυνατόν ἐστιν Ἀννουβίωνι συντυχεῖν; καὶ ὁ Πέτρος ἔφη· ἐν Ἀντιοχείᾳ, ἐκεῖ γὰρ μανθάνω Σίμωνα τὸν μάγον ὄντα, ᾧ Ἀννουβίων παρεπόμενος ἀχώριστός ἐστιν. ὡς ἂν οὖν ἐκεῖ γενώμεθα, ἐάν γε καταλάβωμεν αὐτοὺς, ἡ ζήτησις γενέσθαι δύναται. καὶ ὁμῶς πολλὰ διαλεχθέντες καὶ ἐπὶ τῷ ἀναγνωρισμῷ χαρέντες καὶ Θεῷ εὐχαριστήσαντες, ἑσπέρας ἐπικαταλαβούσης εἰς ὕπνον ἐτράπημεν.

「では、どこでアンヌビオンに会うことができるのか。」するとペトロは言った。「アンティオキアだ。そこに魔術師シモンがいると聞く。アンヌビオンは彼に付き従って離れないという。だから、我々がそこへ行き、彼らを見つけることができれば、この探究も可能となろう。」こうして我々は多くを語り合い、この再会を喜び、神に感謝を捧げ、夕方になったので眠りについた。