Homiliae 17.19.1
Εἰ μὲν οὖν καὶ σοὶ ὁ Ἰησοῦς ἡμῶν δἰ ὁράματος ὀφθεὶς ἐγνώσθη καὶ ὡμίλησεν, ὡς ἀντικειμένῳ ὀργιζόμενος, διὸ δι᾽ ὁραμάτων καὶ ἐνυπνίων ἢ καὶ δἰ ἀποκαλύψεων ἔξωθεν οὐσῶν ἐλάλησεν. εἴ τις δὲ δι᾽ ὀπτασίαν πρὸς διδασκαλίαν σοφισθῆναι δύναται; καὶ εἰ μὲν ἐρεῖς·
「それゆえ、もし我々のイエスが、お前に対しても幻視によって現れて知られ、語りかけたのであれば、それは敵対する者に対して怒っているかのようになされたのであり、それゆえ幻視や夢によって、あるいは外部からの啓示によって語ったことになる。しかし、幻によって教えを受けて知恵を得ることなど、誰にできるだろうか。もしお前がこう言うならば——」
Homiliae 17.19.2
δυνατόν ἐστιν, διὰ τί ὅλῳ ἐνιαυτῷ ἐγρηγορόσιν παραμένων ὡμίλησεν ὁ διδάσκαλος; πῶς δέ σοι καὶ πιστεύσομεν αὐτὸ, κἄν ὅτι ὤφθη σοι; πῶς δέ σοι καὶ ὤφθη, ὁπότε αὐτοῦ τὰ ἐναντία τῇ διδασκαλίᾳ φρονεῖς; εἰ δὲ ὑπ᾽ ἐκείνου μιᾶς ὥρας ὀφθεὶς καὶ μαθητευθεὶς ἀπόστολος ἐγένου, τὰς ἐκείνου φωνὰς κήρυσσε, τὰ ἐκείνου ἑρμήνευε, τοὺς ἐκείνου ἀποστόλους φίλει, ἐμοὶ τῷ συγγενομένῳ αὐτῷ μὴ μάχου. πρὸς γὰρ στερεὰν πέτραν ὄντα με, θεμέλιον ἐκκλησίας, ἐναντίος ἀνθέστηκάς μοι. εἰ μὴ ἀντικείμενος ἦς, οὐκ ἄν με διαβάλλων τὸ δἰ ἐμοῦ κήρυγμα ἐλοιδόρεις, ἵνα ὅ παρὰ τοῦ κυρίου αὐτὸς παρὼν ἀκήκοα, λέγων μὴ πιστεύωμαι, δῆλον ὅτι ὡς ἐμοῦ καταγνωσθέντος καὶ ἐμοῦ εὐδοκιμοῦντος. ἢ εἰ κατεγνωσμένον με λέγεις , Θεοῦ τοῦ ἀποκαλύψαντός μοι τὸν Χριστὸν κατηγορεῖς, καὶ τοῦ ἐπὶ ἀποκαλύψει μακαρίσαντός με καταφέρεις. ἀλλ᾽ ἐπεί περ ἀληθῶς τῇ ἀληθείᾳ συνεργῆσαι θέλεις, μάθε πρῶτον παρ᾽ ἡμῶν, ἅ ἡμεῖς παρ᾽ ἐκείνου ἐμάθομεν, καὶ μαθητὴς ἀληθείας γεγονὼς γένου ἡμῖν συνεργός.
「『可能である』と——それならば、なぜ師は丸一年のあいだ、目覚めている者たちのもとにとどまりながら語りかけたのか。また、彼がお前に現れたのだとしても、それをどうして我々が信じられようか。しかも、お前は彼の教えとは反対のことを考えているのに、どうして彼がお前に現れたと言えるのか。もしわずか一時間のあいだ彼がお前に現れ、その弟子とされて使徒となったのだというのなら、彼の言葉を宣べ伝え、彼のことを解き明かし、彼の使徒たちを愛せ。彼と共にいた私に対して、争いを仕掛けるな。というのも、私は堅い岩であり、教会の礎であるのに、お前は私に敵対して立ちはだかっているからである。もしお前が敵対する者でなかったならば、私を中傷して、私を通してなされた宣教を誹謗することはなかったはずである。それは、私が主御自身から、その場に居合わせて直に聞いたことが、信じられないようにするためであり、それはあたかも、私が高い評価を得ているのに咎められた者であるかのごとくである。あるいは、もしお前が私を咎められた者と言うのならば、お前は私にキリストを啓示された神を告発していることになり、啓示によって私を幸いなる者と呼ばれた方を非難していることになる。しかし、お前が真に真理に協力しようと望むのであれば、まず我々から、我々が彼から学んだことを学び、真理の弟子となったうえで、我々の協力者となれ。」