Homiliae 8.13.1
Πλὴν ὅτε ταῦτα γενόμενοι τοὺς διαρπάσαντας αὐτοὺς πλεονέκτας ἤλεγξαν, καὶ εἰς τὴν ἀνθρώπων φύσιν ἑαυτοὺς μετέβαλον, ἵνα ὁσίως πολιτευσάμενοι καὶ τὸ δυνατὸν τοῦ πολιτεύεσθαι δείξαντες τοὺς ἀχαρίστους εὐθύναις ὑποβάλωσιν, ἐπειδὴ ὄντως τὰ πάντα ἄνθρωποι ἐγίνοντο καὶ τὴν ἐπιθυμίαν ἔσχον τὴν ἀνθρωπίνην, ὑπὸ ταύτης κρατούμενοι εἰς γυναικῶν μῖξιν ὤλισθον, αἷς συμπλακέντες καὶ μιασμῷ παγέντες καὶ τῆς πρώτης δυνάμεως παντελῶς κενωθέντες, τὰ ἐκ πυρὸς τραπέντα μέλη εἰς τὸ πρῶτον αὐτῶν τῆς ἰδίας φύσεως ἀμίαντον μετασυγκρῖναι οὐκ ἐξίσχυσαν. τῷ γὰρ βάρει τῷ ὑπὸ τῆς ἐπιθυμίας εἰς σάρκα τελευτήσαντος αὐτῶν πυρός, τὴν ἀσεβοῦσαν ὥδευσαν ὁδὸν κάτω·
「しかし、こうしてこれらのものとなった彼らが、自分たちを奪い取った強欲な者たちを論駁し、人間の本性へと自らを変えたのは、清く生き、そのように生きることが可能であると示すことによって、不感謝な者たちを裁きに服させるためであった。ところが、実際にあらゆる点で人間となり、人間的な欲望を持つに至ると、この欲望に捕らえられて女たちとの交わりへと滑り落ちてしまった。彼女たちと交わり、汚れに固まり、最初の力を完全に空しくされた彼らは、火から変じたその肢体を、自分たちの本来の汚れなき本性へと再び組み戻す力を、もはや持たなかった。すなわち、欲望によって肉へと成り果てたその火の重みのゆえに、彼らは下へ、不敬虔な道を歩んでいったのである。」
Homiliae 8.13.2
σαρκὸς γὰρ αὐτοὶ δεσμοῖς πεπεδημένοι κατέχονται καὶ ἰσχυρῶς δέδενται, οὗ ἕνεκεν εἰς οὐρανοὺς ἀνελθεῖν οὐκέτι ἐδυνήθησαν.
「彼らは肉の枷に縛られて捕らえられ、強く縛りつけられているので、それゆえもはや天へ上ることができなくなったのである。」