作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia II, Caput XXVI 第II講話 第XXVI章

Anonymous · Homiliae · 2 sectiones

Homiliae 2.26.1

1

Καὶ γὰρ μιαιφονεῖν ἤρξατο, ὡς αὐτὸς ἔτι ὡς φίλος φίλοις ἐξέφηνεν, ὅτι παιδίου ψυχὴν τοῦ ἰδίου σώματος χωρίσας ἀποῤῥήτοις ὅρκοις, συνεργὸν πρὸς τὴν τῶν αὐτῷ δοκούντων φαντασίαν, τὸν δὲ παῖδα διαγράψας ἐπ᾽ εἰκόνος, ἐνδοτέρῳ οἴκῳ ὅπου αὐτὸς ὑπνοῖ ἀνατεθειμένην ἔχει, φάσκων, ποτὲ τοῦτον ἐξ ἀέρος πλάσας θείαις τροπαῖς καὶ τὸ εἶδος ἀναγράψας ἀποδεδωκέναι λέγει πάλιν τῷ ἀέρι. τὴν δὲ πρᾶξιν ἐρμηνεύει οὕτως πεποιηκέναι. πρῶτον τοῦ ἀνθρώπου πνεῦμα λέγει τραπὲν εἰς θερμοῦ φύσιν τὸν περικείμενον αὐτῷ σικύας δίκην ἐπισπασάμενον συμπιεῖν ἀέρα, εἶτα ἔνδοθεν τῆς τοῦ πνεύματος εἰδέας γενόμενον αὐτὸν τρέψαι εἰς ὕδωρ. ὑπὸ δὲ συνεχείας τοῦ πνεύματος χυθῆναι μὴ δυνάμενον, εἰς αἵματος φύσιν μετατρέπειν ἔφασκεν τὸν ἐν αὐτῷ ἀέρα, τὸ δὲ αἶμα πῆξαν τὰς σάρκας ποιῆσαι·

「彼は人殺しさえ始めた。それは彼自身が、まだ友として友に語っていたときに明かしたことである。すなわち、彼は秘密の誓いによって、一人の子供の魂をその肉体から引き離し、自分の意のままの幻を生み出す協力者としたという。そしてその子供の姿を像に描き、自分が眠る内奥の部屋に安置している。彼が言うには、かつてこの子を空気から神的な変化によって形づくり、その姿を描き出したのち、再び空気に返したのだという。そしてその所業を次のように説明している。まず、人間の霊は熱の本性へと変わり、自分を取り巻く空気を、あたかも吸角のように引き寄せて共に吸い込む。次に、内側で霊の形を成すと、それを水に変える。だがそれは霊の連続性のために散らばることができないので、その内なる空気を血の本性に変え、その血が凝固して肉を作る、と彼は言っていた。」

Homiliae 2.26.2

2

εἶθ’ οὕτως τῆς σαρκὸς παγείσης ἄνθρωπον οὐκ ἀπὸ γῆς, ἀλλ᾽ ἐξ ἀέρος ἀναδεῖξαι. καὶ οὕτως ἑαυτὸν πείσας καινὸν ἄνθρωπον δύνασθαι ποιῆσαι, τὰς τροπὰς ἀναλύων πάλιν ἀποδεδωκέναι ἔλεγεν τῷ ἀέρι. καὶ ταῦτα μὲν ἄλλοις λέγων ἐπιστεύετο, ὑφ᾽ ἡμῶν δὲ τῶν ἐπὶ τελετῇ συμπαρόντων εὐσεβῶς ἠπιστεῖτο. διὸ ἀσεβείας καταγνόντες ἀπέστημεν ἀπ᾽ αὐτοῦ.

「そしてこのように肉が凝固すると、地からではなく空気から人間を作り出したのだという。こうして彼は、自分が新しい人間を作ることができると自らを説き伏せ、その変化を再び解いて空気に返したと語っていた。そしてこれを他の者たちに語って信じさせていたが、その秘儀に立ち会った我々は、敬虔な思いからそれを信じなかった。それゆえ、その不敬虔を見限って、我々は彼から離れたのである。」