Homiliae 12.13.1
Πέτρος δὲ μόνος οὐκ ἀκαγκαῖον ἡγήσατο ἐπὶ τὴν τῶν ἐκεῖ ἱστορίαν γενέσθαι, γυναικὶ δέ τινι ἔξω πρὸ τῶν θυρῶν καθεζομένῃ καὶ τροφῆς χάριν μεταιτούσῃ πυκνὰ κατανοήσας ἔφη·
だがペトロだけは、そこの見物に加わる必要はないと考え、門の外に座って食を乞うている一人の女をしきりに見つめてから言った。
Homiliae 12.13.2
γύναι, τί σοι τῶν μελῶν λείπει, ὅτι τοσαύτην ὕβριν ἀνεδέξω, λέγω δὴ τὸ προσαιτεῖν, καὶ μὴ μᾶλλον ταῖς ὑπὸ τοῦ Θεοῦ σοι δεδωρημέναις χερσὶν ἐργαζομένη τὰς ἐφημέρους πορίζεις τροφάς; ἡ δὲ στενάξασα ἀπεκρίνατο·
「女よ、お前の体のどの部分が欠けているというので、これほどの辱め――すなわち物乞いをすることを引き受けたのか。神から授けられたその手で働いて、日ごとの糧を得ようとはしないのか。」すると彼女はため息をついて答えた。
Homiliae 12.13.3
εἴθε γὰρ ἦσάν μοι χεῖρες ὑπουργεῖν δυνάμεναι! νῦν δέ μοι σχῆμα μόνον χειρῶν φυλάσσουσιν, νεκραὶ τυγχάνουσαι, ὑπὸ δηγμάτων ἐμῶν βεβασανισμέναι. καὶ ὁ Πέτρος ἐπύθετο· τίς δὲ ἡ αἰτία τοῦ σε τὸ χαλεπὸν τοῦτο πεπονθέναι; ἡ δὲ ἀπεκρίνατο·
「働くことのできる手であってくれたらよいのですが。今、この手はただ手の形を保っているだけで、死んだも同然、自分自身の噛み傷によって苛まれているのです。」ペトロは尋ねた。「なぜお前はそのような辛い目に遭ったのか。」彼女は答えた。
Homiliae 12.13.4
ψυχῆς ἀσθένεια καὶ πλέον οὐθέν. εἰ γὰρ ἀνδρεῖον εἶχον φρόνημα, ἦν κρημνὸς ἢ βυθὸς, ὅθεν ἐμαυτὴν ῥίψασα τῶν ὀδυνώντων με παύσασθαι ἠδυνάμην κακῶν.
「魂の弱さゆえです、それ以外の何ものでもありません。もし私に男らしい思慮があったなら、崖もあれば海の深みもありました。そこに身を投げれば、私を苦しめるこの災いから逃れることができたでしょうに。」