Homiliae 3.15.1
Ὁ δὲ ἡμέτερος διδάσκαλος οὐδέν τι τοιοῦτο προεφητεύσατο, ἀλλ᾽, ὡς φθάσας εἶπον, προφήτης ὤν ἐμφύτῳ καὶ ἀεννάῳ πνεύματι πάντα πάντοτε ἐπιστάμενος τεθαῤῥηκὼς ἐξετίθετο, ὡς προέλεγον, σαφῶς, πάθη, τόπους, ἐμπροθέσμους χρόνους, τρόπους, ὅρους. αὐτίκα γοῦν περὶ τοῦ ἁγιάσματος προλέγων ἔφη·
「しかし我々の教師は、そのようなことを何ひとつ預言しなかった。むしろ、すでに述べたとおり、生まれつきの絶えることのない霊によってあらゆる事をつねに知っている預言者として、先に述べたように、確信をもって、受難、場所、定められた時、仕方、期限を明白に述べたのである。事実、聖所について予め語って、こう言った。」
Homiliae 3.15.2
ὁρᾶτε τὰς οἰκοδομὰς ταύτας; ἀμὴν ὑμῖν λέγω, λίθος ἐπὶ λίθον οὐ μὴ ἀφεθῇ ὧδε, ὅς οὐ μὴ καθαιρεθῇ·
『汝らはこれらの建物を見ているか。まことに汝らに言う、ここには石が石の上に残ることは決してなく、すべて崩されるであろう。』
Homiliae 3.15.3
καὶ οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη, καὶ καθαίρεσις ἀρχὴν λήψεται. ἐλεύσονται γὰρ καὶ καθιοῦσιν ἐνταῦθα, καὶ περιχαρακώσουσι, καὶ τὰ τέκνα ὑμῶν ἐνταῦθα κατασφάξουσιν. ὅμως καὶ τὰ ἑξῆς εἴρηκεν σαφεῖ φωνῇ, ἅτινα αὐτοῖς ὀφθαλμοῖς ἰδεῖν ἔχομεν·
『そしてこの世代が過ぎ去らないうちに、破壊は始まるであろう。人々がやって来てここに座を占め、周りに柵を巡らし、汝らの子らをここで殺すであろう。』「それでもなお、彼はこれに続くことをも明白な声で語っており、それを我々はこの目で見ることができるのである。」
Homiliae 3.15.4
ἵνα ἐφ᾽ ὧν ὁ λόγος ἐῤῥέθη, καὶ τὸ ἔργον γένηται. πρὸς γὰρ πίστιν ἀκουόντων τὸν λόγον τῆς ἀποδείξεως ὁ τῆς ἀληθείας ποιεῖται προφήτης.
「それは、その言葉が語られたことについて、業もまた成就するためである。まことに、聞く者たちの信仰のために、真理の預言者は証明の言葉をなすのである。」