作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia VIII, Caput XXIII 第VIII講話 第XXIII章

Anonymous · Homiliae · 2 sectiones

Homiliae 8.23.1

1

Ἔνδυμα οὖν εἰ βούλεσθε γενέσθαι θείου πνεύματος, σπουδάσατε πρῶτον ἐκδύσασθαι τὸ ῥυπαρὸν ὑμῶν πρόλημμα, ὅπερ ἐστὶν ἀκάθαρτον πνεῦμα, καὶ μιαρὸν περίβλημα. τοῦτο δὲ οὐκ ἄλλως ἀποδύσασθαι δύνασθε, ἐὰν μὴ πρότερον ἐπὶ καλαῖς πράξεσιν βαπτισθῆτε·

「それゆえ、もし諸君が神的な霊の衣となることを望むならば、まず、諸君を先に捕らえた汚らわしいもの――それは汚れた霊であり、忌まわしい覆いである――を脱ぎ捨てることに努めよ。しかし、まず善き行いのうちに洗礼を受けるのでなければ、これを脱ぎ去ることはほかにできない。」

Homiliae 8.23.2

2

καὶ οὕτω καθαροὶ σώματί τε καὶ ψυχῇ γενόμενοι τῆς ἐσομένης ἀϊδίου βασιλείας ἀπολαύσετε. μήτε οὖν εἰδώλοις πιστεύετε, μήτε τραπέζης αὐτοῖς κοινωνεῖτε μιαρᾶς, μὴ φονεύσητε, μὴ μοιχεύετου, μὴ μισήσητε οὓς μὴ δίκαιον, μὴ κλέπτετε, μηδὲ κακαῖς τισιν ὅλως πράξεσιν ἐπιβάλλεσθε. ἐπεὶ τῶν ἐσομένων ἀγαθῶν στερηθέντες τῆς ἐλπίδος ἐν μὲν τῷ παρόντι ὑπό τε κακῶν δαιμόνων καὶ χαλεπῶν παθημάτων συνελασθήσεσθε, ἐν δὲ τῷ ἐσομένῳ αἰῶνι ἀϊδίῳ κολασθήσεσθε πυρί. τὰ μὲν οὖν σήμερον ὑμῖν ῥηθέντα αὐτάρκως ἔχει. λοιπὸν δέ, ὑμῶν ὑπὸ παθημάτων ὀχλούμενοι πρὸς τὴν ἴασιν παραμείνατε, τῶν δὲ ἄλλων οἱ βουλόμενοι μετ᾽ εἰρήνης πορεύεσθε.

「そしてこうして、肉体と魂において清くなった者たちは、来るべき永遠の王国を享受するであろう。それゆえ、偶像を信じてはならず、その忌まわしい食卓にあずかってもならない。殺してはならず、姦淫してはならず、憎むべきでない者を憎んではならず、盗んではならず、いかなる悪しき行いにも決して手を出してはならない。さもなくば、来るべき善きものの望みを奪われ、現世においては悪しきダエモーンどもと厳しい苦しみとによって追い立てられ、来るべき代においては永遠の火によって罰せられるであろう。さて、今日諸君に語られたことは、これで十分である。あとは、諸君のうち苦しみに悩まされている者たちは、癒しのためにここに留まるがよい。そのほかの、望む者たちは、平安のうちに立ち去るがよい。」