Homiliae 14.2.1
Τότε λοιπὸν ὁ Πέτρος τὸν ὄχλον εἰσεληλυθότα ἰδὼν καὶ καθεσθεὶς καὶ παρακαθεσθῆναι ἡμᾶς κελεύσας ὑφηγεῖται τὰ πρῶτα πείθων ἡμᾶς, τίνι λόγῳ προπέμψας ἡμᾶς ἀπὸ τοῦ βαπτίσματος καὶ αὐτὸς βραδύνας ἐπῆλθεν. τὴν δὲ αἰτίαν ἔλεγεν τοιαύτην. ἅμα τῷ ὑμᾶς, φησίν, ἀποστῆναι, γέρων συνεισῄει ἐργάτης, περιέργως κλέπτων ἑαυτόν, καὶ προκατασκοπήσας ἡμᾶς, ὡς αὐτὸς ὕστερον ὡμολόγει, πρὸς τὸ ἰδεῖν τί ἄν πράττοιμεν εἰς τὸν σκεπινὸν τόπον εἰσελθόντες, λάθρα ἐκβὰς ἠκολούθησεν. ἐν εὐκαίρῳ τόπῳ προσελθὼν καὶ προςαγορεύσας ἔφη·
そのときペトロは、群衆が入って来たのを見ると、腰を下ろし、我々にも並んで座るよう命じたうえで、まず我々を得心させようとして、どのような理由で我々を洗礼の場から先に行かせておきながら自分は遅れてやって来たのかを語り始めた。彼はその理由を次のように語った。「諸君が立ち去るとすぐ、一人の老いた労働者が入って来て、詮索がましく身を隠しながら――これは彼自身が後になって認めたことだが――我々が人目につかぬ場所に入って何をするつもりかを見届けようと、あらかじめ我々の様子を窺っていたのだが、そのままひそかに出て、我々の後をついて来た。彼は都合のよい場所に近づき、挨拶してこう言った。」
Homiliae 14.2.2
ἐκ πολλοῦ σοι ἀκολουθῶν καὶ συντυχεῖν θέλων ἠδούμην, μήπως ὡς περιέργῳ μοι χαλεπαίνῃς· νῦν δὲ τὰ ἐμοὶ δοκοῦντα ἀληθῆ, εἰ βούλει, λέγω. κἀγὼ ἀπεκρινάμην·
「『久しくお前の後についてまわり、話しかけたいと思いながら、詮索好きな者だと思われてお前が腹を立てはしないかと恥ずかしく思っていた。だが今、私に本当だと思われることを、お前さえよければ話そう。』そこで私はこう答えた。」
Homiliae 14.2.3
λέγε ἡμῖν ὅπερ σοι δοκεῖ καλὸν εἶναι, καὶ ἀποδεξόμεθά σε, κἄν τῷ ὄντι μὴ καλὸν ᾖ τὸ λεγόμενον, ἐπείπερ ἀγαθῇ προαιρέσει τὸ δοκοῦν σοι καλὸν εἰπεῖν ἠθέλησας.
「『我々に、お前が良いと思うことを話すがよい。たとえ言われることが実際には良くないとしても、我々はお前を受け入れよう。お前は善い意志をもって、自分が良いと思うことを話そうとしたのだから。』」