Homiliae 19.2.1
Φῄς τινα κακίας ἡγεμόνα εἶναι, ἢ οὔ; ἐὰν γὰρ εἴπῃς μὴ εἶναι, ἐκ πολλῶν καὶ τῶν τοῦ διδασκάλου σου ἀποδεῖξαι ἔχω, ὅτι ἔστιν· εἰ δὲ εὐγνωμονῶν ὁμολογήσῃς εἶναι τὸν πονηρὸν, ἑπομένως ποιήσω τὸν λόγον. καὶ ὁ Πέτρος·
「お前は悪の首領がいると言うのか、それとも言わないのか。いないと言うなら、私はお前の師の言葉をはじめ多くのことから、それが存在すると証明できる。だが、正直に悪しき者がいると認めるなら、私はそれに応じて論を進めよう。」そしてペトロが言った。
Homiliae 19.2.2
ἀδύνατόν ἐστίν μοι φωνὴν τοῦ ἐμοῦ ἀρνήσασθαι διδασκάλου, διὸ καὶ ὁμολογῶ εἶναι τὸν πονηρόν, ὅτι πολλάκις αὐτὸν ὑπάρχειν ὁ πάντα ἀληθεύσας εἴρηκεν διδάσκαλος. αὐτίκα γοῦν ὁμολογεῖ ἐπὶ τεσσαράκοντα ἡμέρας διαλεχθέντα πεπειρακέναι αὐτόν. καὶ ἄλλῃ που οἶδα αὐτὸν εἰρηκότα·
「私が我が師の言葉を否むことはできない。それゆえ、私も悪しき者がいると認める。すべてを真実に語った我が師が、彼が存在すると幾度も述べているからである。たとえば師は、四十日にわたって語り合った後、彼に試みられたと認めている。また別の箇所でも、師がこう言ったのを私は知っている。」
Homiliae 19.2.3
εἰ ὁ σατανᾶς τὸν σατανᾶν ἐκβάλλῃ, ἐφ᾽ ἑαυτὸν ἐμερίσθη, πῶς οὖν αὐτοῦ στήκῃ ἡ βασιλεία; καὶ ὅτι ἑώρακεν τὸν πονηρὸν ὡς ἀστραπὴν πεσόντα ἐκ τοῦ οὐρανοῦ ἐδήλωσεν. καὶ ἄλλοθι ἔφη· ὁ δὲ τὸ κακὸν σπέρμα σπείρας ἐστὶν ὁ διάβολος. καὶ πάλιν·
「『もしサタンがサタンを追い出すなら、自分自身に対して分かれたことになる。それでは、その王国はどうして立つだろうか』と。また、悪しき者が稲妻のように天から落ちるのを見た、とも師は明らかにした。また別のところでは、『悪しき種を蒔いたのは悪魔である』と言った。さらにまた、」
Homiliae 19.2.4
μὴ δότε πρόφασιν τῷ πονηρῷ. ἀλλὰ καὶ συμβουλεύων εἴρηκεν· ἔστω ὑμῶν τὸ ναὶ, ναὶ, καὶ τὸ οὔ, οὔ· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν. ἀλλὰ καὶ ἐν ᾗ παρέδωκεν εὐχῇ ἔχομεν εἰρημένον· ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. καὶ ἄλλῃ που εἶπε·
「『悪しき者に機会を与えるな』とも言った。また勧めてこうも言った、『汝らの言葉は、然りは然り、否は否であれ。それ以上のものは悪しき者から出る』と。また、師が伝えた祈りの中にも、『我々を悪しき者から救い出したまえ』と言われているのを我々は持っている。また別の箇所でも師はこう言った。」
Homiliae 19.2.5
ὑπέσχετο τοῖς ἀσεβέσιν, ὑπάγετε εἰς τὸ σκότος τὸ ἐξώτερον , ὅ ἡτοίμασεν ὁ πατὴρ τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. καὶ ἵνα μὴ εἰς πολὺ μηκύνω τὸν λόγον, πολλάκις οἶδα τὸν διδάσκαλόν μου εἰπόντα εἶναι τὸν πονηρόν. διὸ κἀγὼ σύμφημι αὐτὸν ὑπάρχειν. λοιπὸν εἴ τι ἔχεις ἑπομένως λέγειν, ὡς ὑπέσχου, λέγε.
「彼は不敬虔な者たちにこう宣告した、『汝ら、父が悪魔とその天使たちのために備えた外の闇へ去れ』と。論をこれ以上長引かせないために言うが、我が師が悪しき者はいると幾度も言ったのを私は知っている。それゆえ私もまた、彼が存在すると認める。さて、約束したとおり続けて言うべきことがあるなら、言え。」