Homiliae 13.20.1
Ταῦτα λέγων ὁ Πέτρος, ἀγαθὴν καὶ σώφρονα Ματτιδίαν ὑπὸ χαρᾶς δακρύουσαν ἰδὼν, ὡς ἐπὶ ὑποσχέσει τῶν γεγονότων λυπηθῆναι νομίσας, ἔφη· θάρσει γύναι·
ペトロはこう語りながら、善良で貞淑なマッティディアが喜びのあまり涙を流しているのを見て、これまでのことについて悲しんでいるのだと思い込み、言った。「元気を出しなさい、女よ。」
Homiliae 13.20.2
πολλῶν πολλὰ κακὰ παθόντων διὰ μοιχείαν σὺ διὰ σωφρωσύνην πέπονθας, καὶ διὰ τοῦτο οὐκ ἐτελεύτησας. εἰ δὲ καὶ τεθνήκεις, σεσωσμένην ἄν εἶχες τὴν ψυχήν. πατρίδα Ῥώμην ἔλειπες διὰ σωφροσύνην· ἀλλὰ τῇ ταύτης προφάσει ἀλήθειαν εὗρες, τὸ διάδημα τῆς ἀϊδίου βασιλείας·
「多くの人々が姦淫のために多くの災いを被ってきたが、お前は貞淑のゆえに苦しみを被ってきたのであり、それゆえに命を落とすことはなかった。たとえ死んでいたとしても、お前の魂は救われていたことだろう。お前は貞淑のために故郷ローマを離れたのだが、それを口実として真理を見出した。すなわち、永遠の王国の冠を見出したのだ。」
Homiliae 13.20.3
ἐν βυθῷ κεκινδύνευκας, καὶ οὐκ ἐτελεύτησας, καὶ εἴτε τετελευτήκεις, αὐτός σοι ὁ βυθὸς διὰ σωφροσύνην θνησκούσῃ βάπτισμα ἐγίνετο πρὸς ψυχῆς σωτηρίαν. τέκνων ἀπελείφθης πρὸς ὀλίγον, ἅ τινα γνησίας ὄντα σπορᾶς ἐν τοῖς κρείττοσιν εὕρηται. λιμώττουσα τροφὰς προσήτησας, ἀλλὰ πορνείᾳ σῶμα σὸν οὐκ ἐμίανας. σῶμα σὸν ἐβασάνισας, ἀλλὰ τήν ψυχὴν ἔσωσας. μοιχὸν ἔφυγες, ἵνα μὴ κοίτην ἀνδρὸς μιανῇς ἀλλὰ διὰ τὴν σωφροσύνην ὁ τὴν φυγὴν εἰδὼς Θεὸς τὸν ἀνδρὸς ἀποπληρώσει τόπον. λυπηθεῖσα καὶ μονωθεῖσα πρὸς ὀλίγον ἀνδρὸς καὶ τέκνων ἀπελείφθης, ἀλλὰ τούτους πάντας ἀπολείπειν εἶχες προθεσμίᾳ θανάτου·
「お前は海の底で危険にさらされたが、命を落とすことはなかった。そしてたとえ命を落としていたとしても、貞淑のために死にゆくお前にとって、その海の深みそのものが、魂の救いのための洗礼となっていただろう。お前はしばらくの間、子供たちに先立たれたが、その子供たちは正当な血筋の者として、より良い境遇のうちに見出された。お前は飢えて食を乞うたが、淫らな行いによって自分の体を汚すことはなかった。お前は自分の体を苦しめたが、魂を救った。お前は姦夫から逃れた。夫の寝床を汚さないためである。だが、貞淑のゆえに、お前の逃避を知っておられた神が、夫の代わりの場所を満たしてくださるだろう。お前は悲しみ、しばらくの間、夫と子供たちに先立たれて独りとなったが、これらすべての者たちを、いずれにせよ死の定めによって手放すことになっていたはずだ。」
Homiliae 13.20.4
κρεῖττον δὲ ὅτι διὰ σωφροσύνην ἑκοῦσα ἀπελείφθης, ἢ εἴπερ ἄκουσα μετὰ χρόνον ἐφ᾽ ἁμαρτίαις αὐταῖς ἀπώλλυου.
「だが、貞淑のゆえに自ら進んで彼らと離れることになったほうが、望まないままに、後になって、その同じ罪ゆえに滅びることになるよりも、はるかに善いことなのだ。」