Homiliae 2.29.1
Ὁ δὲ ταῦτα ἀκούσας ἐγέλασεν. ἡμῶν δὲ εἰπόντων, τί ἡμῶν τά σοι συμφέροντα συμβουλευόντων καταγελᾶς; ἔφη, γελῶ ὑμῶν τὴν μωρὰν ὑπόληψιν, ὅτι πιστεύετε ἀθάνατον εἶναι τὴν τοῦ ἀνθρώπου ψυχήν. κᾀγὼ ἔφην, οὐ θαυμάζομεν, ὦ Σίμων, εἰ ἀπατᾶν ἡμᾶς ἐπιχειρεῖς, ἀλλ᾽ ἐκπεπλήγμεθα τίνι λόγῳ καὶ ἑαυτὸν ἀπατᾷς· λέγε μοι ὦ Σίμων, εἰ καὶ τῶν ἄλλων οὐδεὶς πεπληροφόρηται ἀθάνατον εἶναι τὴν ψυχήν, ἀλλ᾽ οὖν γε σὺ καὶ ἡμεῖς, σὺ μὲν ὡς ἀνθρωπείου σώματος χωρίσας αὐτὴν καὶ προσομιλήσας καὶ ἐπιτάξας, ἡμεῖς δὲ ὡς συμπαρόντες καὶ τὴν ἐπιταγήν ἀκούσαντες καὶ τὸ κελευσθὲν ἐναργῶς ἱστορήσαντες.
彼はこれを聞いて笑った。我々が「なぜお前は、我々がお前に益となることを勧めているのに、嘲笑うのか」と言うと、彼は「私は諸君の愚かな思い込みを笑っているのだ。諸君は人間の魂が不死であると信じているのだから」と言った。私はこう言った。「シモンよ、お前が我々を欺こうとするのは驚くにあたらない。だが、どのような理屈で自分自身をも欺いているのか、それには驚かされる。シモンよ、私に言ってみよ。たとえ他の誰も魂が不死であると確信していなかったとしても、お前と我々とは違う。お前は自分でその魂を人間の肉体から引き離し、それと語り、命じたのであり、我々はその場に居合わせて、その命令を聞き、命じられたことがはっきりと行われるのを目撃したのだ。」
Homiliae 2.29.2
Σίμων ἔφη, ἐγὼ μὲν οἶδα τί λέγετε, ὑμεῖς δὲ οὐκ οἴδατε περὶ τίνων διαλέγεσθε. καὶ ὁ Νικήτης ἔφη, ἐπεὶ οἶδας, λέγε, εἰ δὲ μὴ οἶδας, μὴ δόκει ἡμᾶς τῷ λέγειν σὲ μὲν εἰδέναι, ἡμᾶς δὲ μή, ἀπατᾶσθαι δύνασθαι. οὐ γάρ ἐσμεν οὕτως νήπιοι, ἵνα πανοῦργον ἐνσπείρῃς ἐν ἡμῖν ὑποψίαν τοῦ νομίζειν σού τι τῶν ἀποῤῥήτων εἰδέναι, καὶ οὕτως ἐπιθυμίᾳ κολαζομένους ἡμᾶς ὑποχειρίους λαβὼν ἔχῃς.
シモンは言った。「私は自分が何を言っているか知っているが、諸君は自分が何について論じているのかを知らない。」ニケテスは言った。「知っているなら言え。もし知らないのなら、お前が知っていて我々が知らないと言うことで、我々を欺けると思うな。我々はそれほど幼稚ではない。お前が我々の中に、お前が何か秘密のことを知っているのだという疑いを狡猾に植え付け、そうして欲求に苦しめられた我々を手中に収めようとしても、そうはいかないのだ。」