Homiliae 12.23.1
Ὁ δὲ Πέτρος ἔφη· ἔα, τί ποιεῖς τέκνον Κλήμης, ἀποσειόμενος τὴν σὴν ὄντως τεκοῦσαν; ἐγὼ δὲ τοῦτο ἀκούσας περίδακρυς γενόμενος καὶ καταπεσούσῃ τῇ τεκούσῃ προσπεσὼν κατεφίλουν. καὶ γὰρ ἅμα τῷ ῥηθῆναί μοι τοῦτο ἀμαυρῶς πως τὸ εἶδος ἀνεκαλούμην. πολλοὶ μὲν οὖν ὄχλοι συνέτρεχον ἱστορῆσαι τὴν προσαιτήτριαν γυναῖκα, λέγοντες ἀλλήλοις, ὅτι αὐτὴν ἐπέγνω ὁ υἱός, ἀνὴρ ἀξιόλογος. βουλομένοις οὖν ἡμῖν ἐξαυτῆς σὺν τῇ μητρὶ τῆς νήσου ἐκβαίνειν ἡ μήτηρ ἔφη·
ペトロは言った。「よせ、クレメンスよ、何をしているのだ。まことにお前を産んだ母を振り払うとは。」私はこれを聞いて涙にくれ、倒れ伏した母に取りすがって口づけした。というのも、そう言われるとすぐに、おぼろげながらその姿を思い出したからである。多くの群衆が、その物乞いの女を見に走り寄り、互いに、立派な人物であるその息子が母を見分けたのだと語り合った。我々がすぐに母と共にその島を出ようとすると、母は言った。
Homiliae 12.23.2
τέκνον μοι ποθεινόν, εὔλογόν ἐστιν ἀποτάξασθαι τῇ ὑποδεξαμένῃ με γυναικί, ἥτις πενιχρὰ οὖσα καὶ ὅλη παρειμένη ἐπὶ τῆς οἰκίας ἔῤῥιπται. ὁ δὲ Πέτρος ἀκούσας ἐθαύμαζεν, καὶ πάντες οἱ περιεστῶτες ὄχλοι, τῆς γυναικὸς τὸ ἀγαθὸν φρόνημα. καὶ εὐθέως ἐκέλευσεν ὁ Πέτρος τισὶν πορευθῆναι καὶ τὴν γυναῖκα ἐπὶ κλίνης κομίσαι. καὶ ὁμῶς ἐνεχθείσης καὶ τεθείσης τῆς κλίνης, πάντων τῶν ὄχλων ἀκουόντων ἔφη ὁ Πέτρος·
「私の慕わしい子よ、私を迎え入れてくれた女に別れを告げるのが道理というものです。その女は貧しく、体がすっかり麻痺して家に伏せっているのです。」ペトロはこれを聞いて驚嘆し、周りに立っていたすべての群衆もまた、その女の善い心根に驚嘆した。ペトロはただちに、何人かの者に行ってその女を寝台に乗せて運んで来るよう命じた。そして寝台が運ばれて置かれると、すべての群衆が聞いている中で、ペトロは言った。
Homiliae 12.23.3
εἰ ἀληθείας κήρυξ ἐγὼ τυγχάνω, εἰς τὴν τῶν παρεστώτων πίστιν, ἵνα γνῶσιν ὅτι εἷς ἐστιν Θεός, ὁ τὸν κόσμον ποιήσας, ἐξαυτῆς ἐγερθήτω ὑγιής. καὶ ἅμα τῷ εἰπεῖν Πέτρον ταῦτα ἡ γυνὴ ἠγέρθη ὑγιασθεῖσα, καὶ τῷ Πέτρῳ προσέπεσεν, καὶ τὴν συνήθη φίλην καταφιλήσασα ἐπυνθάνετο τί εἴη τοῦτο. ἡ δὲ ὅλον αὐτῇ τὸ πρᾶγμα τοῦ ἀναγνωρισμοῦ συντόμως διηγήσατο, καὶ οἱ ἀκούσαντες κατεπλάγησαν. τότε καὶ ἡ μήτηρ τὴν ξενοδόχον θεραπευθεῖσαν ἱστορήσασα παρεκάλει καὶ αὐτὴ ἰάσεως τυχεῖν. ὁ δὲ ἐπιθεὶς τὴν χεῖρα καὶ αὐτὴν ἐθεράπευσεν.
「もし私が真理の使者であるなら、居合わせる人々の信仰のために、彼らが、世界を造られた神はただ独りであることを知るように、この女は直ちに癒されて起き上がるように。」ペトロがこう言うと同時に、その女は癒されて起き上がり、ペトロにひれ伏し、いつも親しんできた友を口づけして、これはいったいどうしたことかと尋ねた。母はことの次第、すなわち親子の再会の一部始終を手短に語って聞かせ、聞いた者たちは驚き入った。その時、母は、宿の女主人が癒されたのを見て、自分もまた癒しにあずかりたいと願った。ペトロは手を置いて、彼女をも癒した。