Homiliae 17.5.1
Καὶ τοῦτο εἰπὼν Ἰησοῦς οὐδὲ αὐτὸς ἑαυτῷ συμφωνεῖ. ἐνίοτε γὰρ ἄλλαις φωναῖς τῶν ἀπὸ τῶν γραφῶν φοβερὸν καὶ δίκαιον συνίστησι Θεὸν λέγων·
「そしてイエスは、これを言いながら、自分自身とすら一致しない。というのも、時には聖書に由来する別の言葉によって、恐ろしくかつ正しい神を確立して、こう言っているからである。」
Homiliae 17.5.2
μὴ φοβηθῆτε ἀπὸ τοῦ ἀποκτείνοντος τὸ σῶμα, τῇ δὲ ψυχῇ μὴ δυναμένου τι ποιῆσαι φοβήθητε τὸν δυνάμενον καὶ σῶμα καὶ ψυχὴν εἰς τὴν γέενναν τοῦ πυρὸς βαλεῖν. ναὶ λέγω ὑμῖν, τοῦτον φοβήθητε. ὅτι δὲ ὄντως τοῦτον φοβηθῆναι ἔλεγεν ὡς δίκαιον Θεὸν, πρὸς ὅν καὶ ἀδικουμένους βοᾶν λέγει, παραβολὴν εἰς τοῦτο εἰπὼν ἐπάγει τὴν ἑρμηνείαν λέγων·
「『肉体を殺す者を恐れるな。魂に対しては何もなしえない者を。むしろ、肉体も魂もゲヘナの火に投げ込むことのできる者を恐れよ。然り、汝らに言う、この方を恐れよ。』そして、彼が実のところこの方を正しい神として恐れるべきだと言っていたということは——不正を受けた者たちがその方に向かって叫ぶとも彼が言っている以上——たとえ話をこれについて語ってから、その解釈を続けて次のように言っていることからも分かる。」
Homiliae 17.5.3
εἰ οὖν ὁ κριτὴς τῆς ἀδικίας ἐποίησεν οὕτως, διὰ τὸ ἑκάστοτε ἀξιωθῆναι, πόσῳ μᾶλλον ὁ πατὴρ ποιήσει τὴν ἐκδίκησιν τῶν βοώντων πρὸς αὐτὸν ἡμέρας καὶ νυκτός; ἢ διὰ τὸ μακροθυμεῖν αὐτὸν ἐπ᾽ αὐτοῖς δοκεῖτε ὅτι οὐ ποιήσει; λέγω ὑμῖν, ποιήσει, καὶ ἐν τάχει. ὁ δὲ ἐκδικοῦντα καὶ ἀμειβόμενον λέγων Θεὸν δίκαιον αὐτὸν τῇ φύσει συνίστησιν, καὶ οὐκ ἀγαθόν. ἔτι δὲ καὶ ἐξομολογεῖται τῷ κυρίῳ οὐρανοῦ καὶ γῆς. εἰ δὲ κύριός ἐστιν οὐρανοῦ καὶ γῆς, ὁμολογεῖται δημιουργός, δημιουργὸς δὲ ὢν δίκαιός ἐστιν. ποτὲ μὲν ἀγαθὸν λέγων, ποτὲ δὲ δίκαιον, οὐδ’ οὕτως συμφωνεῖ. τρίτον δὲ ὁ σοφὸς αὐτοῦ μαθητὴς ἐχθὲς δασχυρίζετο, ἐνάργειαν ὀπτασίας ἱκανωτέραν εἶναι, οὐκ εἰδὼς ὅτι ἡ ἐνάργεια ἀνθρωπεία εἶναι δύναται, ἡ δὲ ὀπτασία θεότητος εἶναι ὁμολογεῖται.
「『それゆえ、もし不正の裁判官でさえこのようにふるまうのが、たびたび頼み込まれたゆえであるとすれば、まして父は、昼も夜も自分に向かって叫ぶ者たちのために、どれほどよく報復を行うだろうか。それとも、彼らに対して忍耐強くあるがゆえに、彼が行わないと汝らは思うのか。汝らに言う、彼は行う、しかも速やかに。』ここで、報復し報いる者として神を語る者は、その本性において神を正しい者として確立しているのであって、善き者としてではない。さらに彼は、天地の主に対して感謝を捧げてもいる。もし天地の主であるならば、造り主であると認められることになり、造り主であるならば、正しい者である。あるときは善き者と言い、あるときは正しい者と言うのでは、これもまた一致しない。第三に、彼の賢い弟子は昨日、現前は幻よりも十分なものであると強く主張していたが、現前は人間のわざでありうるのに対し、幻は神性のものであると認められていることを知らなかったのである。」