作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia I, Caput XXI 第I講話 第XXI章

Anonymous · Homiliae · 3 sectiones

Homiliae 1.21.1

1

Ταῦτα αὐτοῦ εἰπόντος, ἀπεκρινάμην· ἥδη εὐχαριστῶ τῷ Θεῷ· ὡς γὰρ ἐβουλόμην πληροφορηθῆναι, οὕτως μοι καὶ παρέσχεν. πλὴν τὰ περὶ ἐμοῦ τοσοῦτον ἀμέριμνος ἴσθι, ὅτι οὐ πώποτε ἐνδοιάσω, τοσοῦτον, ὅσον εἰ καὶ αὐτὸς σὺ βουληθείης ποτὲ τῆς προφητικῆς ὑποθέσεως ἐκστῆσαί με, ἀδύνατον ἠδυνήσῃ, τοσοῦτον οἶδα ὅ παρείληφα. καὶ μή τοι νόμιζέ μέ σοι μέγα ἐπαγγέλλεσθαι, τοῦτο αὐτὸ τὸ μὴ ἐνδοιάσαι ποτέ·

彼がこう言ったとき、私はこう答えた。「私はすでに神に感謝している。私が確信を得たいと望んでいたとおりに、神は私に与えてくださったからだ。だが私について、これほどまでに案じなくてよい、決して心が揺らぐことはないと。それどころか、もしお前自身がいつか私を預言的な教説から引き離そうとしても、それは不可能であろう。それほどまでに、私は自分が受け取ったものを確かなものとして知っているのだ。そして、決して心が揺らぐことがないというこのことを、私がお前に大それたことを約束していると思わないでほしい。」

Homiliae 1.21.2

2

ἀλλ᾽ οὔτ᾽ αὐτὸς ἐγὼ, οὔτε τις ἀνθρώπων τὸν περὶ προφήτου λόγον ἐπακούσας ἐνδοιάσαι ποτὲ δυνήσεται περὶ τῆς ἀληθοῦς ὑποθέσεως, πρότερον ἐπακούσας καὶ νοήσας, τίς ἐστιν προφητικῆς ἐπαγγελίας ἀλήθεια. διὸ θάῤῥει τῷ θεοβουλήτῳ δόγματι πᾶσα γὰρ τέχνη κακίας νενίκηται. πρὸς γὰρ προφητείαν οὐδὲν δύνανται οὔτε τέχναι λόγων, οὔτε σοφισμάτων ἐπίνοιαι, οὐ συλλογισμοί, οὐκ ἄλλη τις μηχανή·

「そうではなく、私自身も、また預言者についての言葉をひとたび聞いた者は誰であれ、預言的な約束の真理が何であるかをあらかじめ聞いて理解したならば、その真の教説について、もはや決して心が揺らぐことはできないのだ。それゆえ、神の御旨に基づくこの教えに信頼を置くがよい。あらゆる悪の技巧はすでに打ち負かされているのだから。預言に対しては、言葉の技巧も、詭弁の考案も、三段論法も、いかなる他の策略も、何ら力を持たない。」

Homiliae 1.21.3

3

ἐάν γε ὁ ἐπακούσας προφήτου ἀληθοῦς ἀληθείας ὄντως ὀρέγεται, καὶ οὐ προφάσει ἀληθείας ἕτερόν τι περιβλέπεται. ὥστε, κύριέ μου Πέτρε, μὴ ἀθύμει, ὡς ἀναισθήτῳ τὸ μέγιστον δωρησάμενος ἀγαθόν. αἰσθομένῳ γὰρ χάριτος ἐδώρησας, καὶ μὴ δυναμένῳ ἀπατηθῆναι ἀπὸ τοῦ δοθέντος ἀληθοῦς. οἶδα γὰρ ὅτι ἕν ἐστιν ὧν βούλεταί τις καὶ ταχέως λαβεῖν καὶ βραδέως μὴ τυχεῖν· οἶδα οὖν μὴ καταφρονεῖν τοῦ δοθέντος μοι, διὰ τὸ τάχος, ἀσυγκρίτου καὶ μόνου ἀσφαλοῦς.

「ただし、真の預言者の言葉を聞いた者が、まことに真理そのものを求めており、真理を口実にして他の何かを求め回っているのでない限りにおいてである。それゆえ、我が主ペトロよ、気を落とすことはない。あたかも感覚を持たない者に最大の善きものを与えたかのように思う必要はない。お前は、恵みを感じ取ることのできる者に与えたのであり、与えられた真理から欺かれることのできない者に与えたのである。私は、人が望むことの一つが、速やかに得ることと、遅く得られないことだと知っている。だから私は、私に与えられたものを、その速さのゆえに軽んじることはない。それは比類なき、そしてただ一つ確かなものなのだから。」