作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia IX, Caput XXII 第IX講話 第XXII章

Anonymous · Homiliae · 2 sectiones

Homiliae 9.22.1

1

Ἀλλ᾽ ὅμως κἂν πάντες δαίμονες μετὰ πάντων τῶν παθῶν ὑμᾶς φεύγωσιν, οὐκ ἔστιν ἐν τούτῳ μόνῳ χαίρειν, ἀλλ᾽ ἐν τῷ δι᾽ εὐαρεστίαν τὰ ὀνόματα ὑμῶν ἐν οὐρανῷ ὡς ἀεὶ ζώντων ἀναγραφῆναι. οὕτω τὸ θεῖον ἅγιον δαίμονας φυγαδεύειν εἰς τὴν ἄλλου ἴασιν γίνεται. ταῦτα δὲ λέγομεν, οὐχ ὡς ἀρνούμενοι τὸ μὴ δεῖν ἄλλοις βοηθεῖν, ἀλλ᾽ ὅτι μὴ χρὴ ἐπὶ τούτῳ τυφωθέντας ἑαυτῶν ἀμελεῖν. ἔσθ᾽ ὅτε δέ τινας ἀνόμους ἄνδρας δαίμονες φεύγουσιν δἰ ὄνομα τίμιον·

「しかし、たとえすべてのダエモーンどもが、あらゆる情念とともに諸君から逃げ去ったとしても、そのことだけを喜ぶべきではない。むしろ、神に喜ばれることのゆえに、諸君の名が天において、とこしえに生きる者として書き記されることをこそ喜ぶべきである。このようにして、聖なる神的な力がダエモーンどもを追い払うことは、他者の癒しのために起こるのである。我々がこう言うのは、他者を助けるべきでないと否定するためではなく、そのことに驕り高ぶって自分自身をおろそかにしてはならないからである。ときには、ダエモーンどもが、尊い御名のゆえに、不法な者たちからさえも逃げ去ることがある。」

Homiliae 9.22.2

2

καὶ ἐνεδρεύονται ὅ τε ἀπελάσας καὶ ἱστορήσας. ὁ μὲν ἀπελάσας, ὡς διὰ δικαιοσύνην προτιμηθείς, οὐκ εἰδὼς τοῦ δαίμονος τὸ κακοῦργον ἅμα τε γὰρ τὸ ὄνομα τετίμηκεν, καὶ τῇ φυγῇ τὸν ἀσεβῆ εἰς οἴησιν δικαιοσύνης περιβαλὼν τοῦ μὴ μετανοεῖν ἠπάτησεν. ὁ δὲ ἱστορήσας, ὡς εὐσεβεῖ συγχρησάμενος τῷ ἀπελάσαντι, πρὸς τὴν ὁμοίαν πολιτείαν σπεύσας ἀπόλλυται. ἐνίοτε δὲ καὶ τοὺς μὴ Θεῷ προσκειμένους ὅρκους φεύγειν ὑποκρίνονται, ἵνα ἀπατήσαντες αὐτοὺς ὅτε θελήσωσιν ἀνελῶσιν.

「そしてそのとき、追い払った者も、それを見届けた者も、ともに罠にかけられるのである。追い払った者は、正義のゆえに重んじられたのだと思い込み、ダエモーンの悪巧みを知らない。というのも、ダエモーンはその御名を敬うと同時に、逃げ去ることによって、その不敬虔な者を正義の思い上がりで包み込み、悔い改めないように欺いたからである。見届けた者もまた、追い払った者を敬虔な人物として遇し、同じような生き方へと急いで、滅びてしまう。ときには、ダエモーンどもは、神に属さぬ者たちの誓いからさえも逃げるふりをすることがある。それは、彼らを欺いておいて、望むときに滅ぼすためである。」