Homiliae 11.15.1
Καὶ διὰ τί χαίροντες ταῦτα ποιεῖτε; ἐπεὶ οὐ θέλει ὑμῖν ὁ ἐμφωλεύων εἰπεῖν ὄφις, ὅς ἐνέσπειρεν ὑμῖν τὴν ἄκαρπον ἐπιθυμίαν, λέγων ὑπομνήσω. ἔχει δὲ οὕτως·
「そして、なぜ諸君は喜んでこのようなことを行うのか。諸君のうちに潜む蛇——諸君に実りなき欲望を蒔いた蛇——は、諸君に語ろうとしないからである。私が思い起こさせよう。事はこうである。」
Homiliae 11.15.2
παρὰ τῇ τοῦ Θεοῦ θρησκείᾳ κηρύσσεται νήφειν, σωφρονεῖν, ὀργῆς κρατεῖν, ἀλλότρια μὴ νοσφίζεσθαι, δικαίως βιοῦν, ἐπιεικῶς, εὐσταθῶς, πρᾴως, κολάζειν ἑαυτὸν μᾶλλον ἐν ταῖς ἐνδείαις, ἢ μὴ ἔχοντα ἑτέρου ἀδίκως ἀφελόμενον κορεσθῆναι. παρὰ δὲ τοῖς λεγομένοις θεοῖς τὰ ἐναντία γίνεται. καὶ ἔνια εἰς κατάπληξιν δικαιοσύνης παραγγέλλετε, ἅπερ εἰ καὶ πάντα ποιεῖτε τὰ παραγγέλματα, μία ἡ πρὸς Θεὸν ἄγνοια ἱκανὴ τυγχάνει πρὸς τὴν καθ᾽ ὑμῶν τιμωρίαν. πλὴν συνερχόμενοι εἰς τοὺς ὑφ᾽ ὑμῶν αὐτοῖς δοθέντας τόπους ἡδέως μεθύσκεσθε καὶ βωμοὺς ἀνάπτετε, ὧν ἡ κνίσσα ῥεμβομένη καὶ τὰ τυφλὰ καὶ κωφὰ πνεύματα διὰ τῆς ἐξουσίας ἄγει εἰς τὸν τῆς ὀσφρήσεως αὐτῶν τόπον. καὶ οὕτως τῶν ἐκεῖ οἱ μὲν ἐνθουσιασμοῦ, οἱ δὲ βρωτῶν ἀλλοκότων ἐμπίμπλανται, οἱ δὲ ἐπὶ τὸ ἀσελγαίνειν τρέπονται, οἱ δὲ ἐπὶ κλοπὰς καὶ φόνους. ἡ γὰρ τοῦ ἐκεῖ αἵματος ἀναθυμίασις καὶ ἡ τῶν οἴνων σπονδὴ καὶ αὐτὴ κορεῖ τὰ ἀκάθαρτα πνεύματα, ἅ τινα ἐνδομυχοῦντα εἰς ὑμᾶς φιληδόνως ἔχειν τὰ ἐκεῖ ποιοῦσιν, καὶ δἰ ὀνείρων ὑμᾶς φαντασίαις ψευδέσιν περιβάλλουσιν, καὶ μυρίοις παθήμασιν τιμωροῦσιν. προφάσει γὰρ τῶν λεγομένων ἱεροθύτων χαλεπῶν δαιμόνων ἐμπίπλασθε, οἵ καὶ φρονίμως ὑμᾶς λανθάνοντες ἀναιροῦσιν, ἵνα μὴ συνῆτε ὑμῶν τὴν ἐπιβουλήν. προφάσει γάρ τινος ἐπηρείας ἢ ἀνάγκης ἢ ἔρωτος ἢ ὀργῆς ἤ λύπης ἢ ἀγχόνῃ ἢ ὕδατι πνίξαντες ἢ ἀπὸ κρημνοῦ ῥίψαντες ἢ αὐτοχειρίᾳ ἢ ἀποπληξίᾳ ἢ ἑτέρῳ τινὶ πάθει τοῦ ζῆν μεθιστᾶσιν.
「神への礼拝においては、慎み深くあること、節制すること、怒りを抑えること、他人のものを横領しないこと、正しく、穏やかに、落ち着いて、柔和に生きること、不正に他人のものを奪って満たされるよりも、むしろ欠乏の中で自らを律することが説かれる。ところが、いわゆる神々のもとでは、正反対のことが起こる。そして諸君は、正義への畏敬を装ういくつかの掟を布告する。しかし、たとえ諸君がすべての掟を守ったとしても、神に対する無知というただ一つのことだけで、諸君への懲罰には十分である。ところが、諸君は、諸君自身がそれらのために設けた場所に集って、喜んで酔いしれ、祭壇に火をともす。その脂の焼ける匂いがさまよい、盲目で耳の聞こえない霊どもを、権能によって自分たちの嗅覚の場へと導き寄せる。そしてそこにいる者たちのうち、ある者は憑依の熱狂に、ある者は異様な食物に満たされ、ある者は淫乱へと向かい、ある者は盗みと殺人へと向かう。というのも、そこでの血の立ち上る匂いと酒の献酒とが、汚れた霊どもを満たすからであり、それらの霊は諸君のうちに潜みながら、諸君にそこでの快楽を好むようにさせ、夢を通して偽りの幻影で諸君を包み、無数の苦しみをもって諸君を罰する。というのも、いわゆる聖なる供犠という口実のもとで、諸君は恐ろしいダエモーンどもに満たされているからである。それらのダエモーンは、賢しらに諸君に気づかれないまま滅ぼす、諸君がその陰謀を悟らないようにするためである。ある侮辱、あるいは強制、あるいは恋情、あるいは怒り、あるいは悲しみを口実にして、それらは、首を絞めたり、水に沈めたり、崖から突き落としたり、自害させたり、卒中にしたり、あるいは他の何らかの苦しみによって、命を奪い去るのである。」