作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia XIX, Caput XI 第XIX講話 第XI章

Anonymous · Homiliae · 3 sectiones

Homiliae 19.11.1

1

Καὶ ὁ Σίμων ἀκούσας ἔφη· οὐ δυσωπήσεις με, περὶ τῆς οὐσίας αὐτοῦ σιωπήσαντα περὶ τῆς προαιρέσεως αὐτοῦ ζητεῖν μόνης. ἔστιν γὰρ περὶ τῆς οὐσίας αὐτοῦ καὶ νοεῖν καὶ λέγειν, λέγω δὴ ἀπὸ τῶν ἀνθρώποις προσόντων καλῶν. οἷον πρόσεστιν ἀνθρώπῳ τὸ ζῆν καὶ τὸ τεθνάναι, ἀλλὰ τῷ Θεῷ οὐ τὸ τεθνάναι, ἀλλὰ τὸ ζῆν, καὶ τὸ ζῆν αἰωνίως. ἔτι μὴν πρόσεστιν ἀνθρώποις τὸ κακοῖς εἶναι καὶ ἀγαθοῖς, τῷ δὲ Θεῷ τὸ ἀσυγκρίτως ἀγαθῷ εἶναι. καὶ ἵνα μὴ εἰς πολὺ μηκύνω τὸν λόγον, τῶν προσόντων ἀνθρώποις τὰ κρείττονα αἰωνίως πρόσεστιν τῷ Θεῷ. καὶ ὁ Πέτρος ἔφη·

シモンはこれを聞いて言った、「私を戸惑わせて、彼の実体については沈黙させ、彼の意志についてだけ探求させようとしても、そうはいかない。彼の実体についても考え、語ることはできるのだ。すなわち、人間に属する善きものから語るのである。たとえば、人間には生きることと死ぬことが属するが、神には死ぬことはなく、生きること、それも永遠に生きることが属する。さらに、人間には悪しき者であることと善き者であることの両方が属するが、神には比類なく善き者であることが属する。そして、論を長く引き延ばさないために言うなら、人間に属するものの中でも、より優れたものが永遠に神に属するのである。」ペトロが言った。

Homiliae 19.11.2

2

λέγε μοι, Σίμων, πρόσεστιν ἀνθρώποις γεννᾶν κακοὺς καὶ ἀγαθοὺς, καὶ ποιεῖν κακὰ καὶ ἀγαθά; καὶ ὁ Σίμων ἔφη πρόσεστιν. καὶ ὁ Πέτρος ἔφη ἐπεὶ οὕτως ἔφης, τῶν ἀνθρώποις προσόντων τὰ κρείττονα ἀπονέμειν δεῖ τῷ Θεῷ·

「シモンよ、教えよ。人間には悪しき者と善き者を生み、悪しきことと善きことを行うことが属するか。」シモンが言った、「属する。」ペトロが言った、「お前がそう言うのなら、人間に属するものの中でもより優れたものを神に帰さねばならない。」

Homiliae 19.11.3

3

ἀνθρώπων γεννώντων κακοὺς καὶ ἀγαθοὺς, ὁ Θεὸς ἀγαθοὺς μόνους γεννῆσαι δύναται, ἔτι τε τῶν ἀνθρώπων [ποιούν]των κακὰ καὶ ἀγαθὰ, αὐτὸς μόνος ἀγαθὰ ποιῶν τέρπεται. οὕτως π[ερ], ἢ οὔ, διὰ τῶν ἀνθρώποις προσόντων καλ[ῶν] εὔλογόν ἐστιν ἀπονέμειν αὐτῷ τὰ κρείττονα; καὶ οὕτως πάντων καλῶν μόνος ἐστὶν αἴτιος.

「人間が悪しき者と善き者を生むのに対し、神は善き者だけを生むことができる。また、人間が悪しきことと善きことの両方を行うのに対し、神はただ善きことを行うことだけを喜びとする。まさにこのように、人間に属する善きものを通して、より優れたものを神に帰することは理にかなっているのではないか。そして、こうして神は、あらゆる善きものの唯一の原因なのである。」