作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia VI, Caput XXVI 第VI講話 第XXVI章

Anonymous · Homiliae · 2 sectiones

Homiliae 6.26.1

1

Ταῦτά μου διαλεγομένου πρὸς τὸν Ἀππίωνα, ἀπὸ Καισαρείας ἐπέστη Πέτρος, καὶ συνδρομαὶ τῶν ὄχλων ἐγένοντο ἐν τῇ Τύρῳ, σπευδόντων ὑπαντᾶν αὐτῷ καὶ χάριν τῇ ἐπιδημίᾳ ὁμολογεῖν. καὶ ὁ μὲν Ἀππίων ὑπεχώρει μετ᾽ Ἀνουβίωνος καὶ Ἀθηνοδώρου μόνον, οἱ δὲ ἄλλοι πάντες ὡς ἀπαντησόμενοι τῷ Πέτρῳ ὡρμήσαμεν. πρῶτος δὲ ἐγὼ πρὸ τῶν πυλῶν ἀποδεξάμενος αὐτὸν ἐπὶ τὴν ξενίαν ἦγον. ὡς δὲ ἐγενόμεθα, τοὺς μὲν ὄχλους ἀπελύσαμεν, αὐτῷ δὲ ἀξιώσαντί με τὰ πραχθέντα λέγειν οὐδὲν ἀπεκρυπτόμην, ἀλλ᾽ ἐμήνυον τάς τε τοῦ Σίμωνος διαβολὰς καὶ τὰς τερατώδεις φαντασίας ὑπ᾽ αὐτοῦ γεγενημένας, καὶ ὅσας ἔπεμψεν νόσους μετὰ τὴν ἐκ τῆς βουθυσίας ἑστίασιν, καὶ ὅτι ἐκ τῶν νοσύντων οἱ μὲν αὐτόθι κατέμειναν ἐν τῇ Τύρῳ, οἱ δὲ τῷ Σίμωνι ἅμα τῷ ἐμὲ ἐλθεῖν συνεξεληλύθεισαν εἰς τὴν Σιδῶνα, ὡς ὑπ᾽ αὐτοῦ θεραπευθησόμενοι, καὶ ὅτι ἐμάνθανον μηδένα αὐτῶν ἰάσεως ὑπ᾽ αὐτοῦ τετυχηκέναι·

私がアッピオンに対してこのように語っているあいだに、ペトロがカイサリアからテュロスに到着した。すると群衆がテュロスに駆けつけ、彼を出迎え、その来訪に感謝を表そうと急いだ。アッピオンは、アンヌビオンとアテノドロスとだけを連れて退いていき、ほかの者たちは皆、ペトロを出迎えようとして駆け出した。私が真っ先に、門の前で彼を迎え、宿へと案内した。そこに着くと、我々は群衆を解散させたが、彼が私に、なされたことを語るよう求めたので、私は何一つ隠さず、シモンの中傷や、彼が引き起こした怪しげな幻影、そして牛を屠っての饗宴のあとに彼が送り込んださまざまな病のことを告げ、病にかかった者たちのうち、ある者たちはそのままテュロスにとどまり、ある者たちは、私が来るのと同時にシモンとともにシドンへ発って行った——彼によって癒やされるつもりで——ということ、そして、彼らのうちの誰一人として彼から癒やしを得た者がいないと知ったことを告げた。

Homiliae 6.26.2

2

καὶ τὴν πρὸς Ἀππίωνά μοι γεγενημένην διάλεξιν τῷ Πέτρῳ διηγησάμην. ὁ δὲ στοργῆς καὶ προτροπῆς χάριν ἐπαινέσας με καὶ εὐλογήσας, ἁλῶν μεταλαβών, διὰ τοὺς καμάτους τῆς ὁδοιπορίας τῇ ἀναγκαιοτάτῃ ἡσυχίᾳ τοῦ ὕπνου ἑαυτὸν ἐπέτρεπεν.

そして、アッピオンとの間で私が行った論争についても、ペトロに語り聞かせた。彼は、情愛と励ましのために私を褒め、祝福したのち、塩を分け合って、旅の疲れのために、どうしても必要な眠りの休息に身を委ねた。