Homiliae 8.9.1
Ἀρχόμενος τὸν ὑπὲρ θεοσεβείας λόγον ποιεῖσθαι τοῖς παντελῶς ἀγνοοῦσι τὰ πάντα, καὶ ὑπὸ τῶν τοῦ ἀντικειμένου ἡμῖν Σίμωνος διαβολῶν ἐσπιλωμένοις τὸν νοῦν, ἀναγκαῖον ἡγησάμην πρῶτον, ὑπὲρ τοῦ μὴ δεῖν μέμφεσθαι τὸν τὰ πάντα πεποιηκότα Θεὸν τὸν λόγον ποιήσασθαι, οὐκ ἄλλοθεν ἀρχόμενος, ἢ ἀπ᾽ αὐτῆς τῆς κατὰ πρόνοιαν ὑπ᾽ αὐτοῦ εὐκαίρως ὑποβληθείσης προφάσεως·
「敬虔についての論を、すべてにおいて全く無知であり、我々に敵対するシモンの中傷によって精神を汚された者たちに向けて始めるにあたって、私はまず、万物を造られた神を咎めるべきではないということについて、この論を始めることが必要であると考えた。ほかでもなく、まさに摂理によって彼自身が時宜にかなって差し出された、その機会そのものから始めるのである。」
Homiliae 8.9.2
ἵνα γνωσθῇ, ὡς εὐλόγως οἱ πολλοὶ ὑπὸ πολλῶν δαιμόνων συνεσχέθησαν καὶ ὑπ᾽ ἀλλοκότων παθῶν κατελήφθησαν, ὅπως καὶ ἐν τούτῳ τὸ τοῦ Θεοῦ δίκαιον φανῇ. καὶ οἱ δι᾽ ἄγνοιαν μεμφόμενοι αὐτόν, καὶ νῦν μαθόντες ὡς δεῖ φρονεῖν, δι᾽ εὐφημίας τε καὶ εὐποιΐας τοῦ προτέρου ἐγκλήματος ἑαυτοὺς ἀνακαλέσονται, αἰτίαν τοῦ κακοῦ τολμήματος τὴν ἄγνοιαν εἰς τὴν συγγνώμην προθέμενοι.
「それは、多くの者たちが多くのダエモーンどもに取り憑かれ、異様な情念に捕らえられたのが理にかなったことであると知られるためであり、それによってこのことにおいても神の正義が明らかになるためである。そして、無知のゆえに神を咎めていた者たちも、今やいかに思うべきかを学んで、かつての告発を、称賛と善行とによって自ら取り消すであろう。悪しき企ての原因である無知を、赦しを得るための申し立てとするのである。」