作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia XIII, Caput VII 第XIII講話 第VII章

Anonymous · Homiliae · 2 sectiones

Homiliae 13.7.1

1

Καὶ ὁ Νικήτης, τοῦ λοιποῦ Φαυστῖνος, ἤρξατο λέγειν. τῆς αὐτῆς ἐκείνης νυκτὸς τοῦ πλοίου, ὡς οἶσθα, διαλυομένου, ἡμᾶς ἄνδρες τινὲς ἐν τῷ βυθῷ λῃστεύειν μὴ φοβούμενοι ἀνείλαντο, καὶ ἐν σκάφῃ θέντες καὶ κώπαις ἐλαύνοντες ὁτὲ μὲν παρὰ γῆν ἔφερον, ὁτὲ δὲ καὶ τροφὰς μεταπεμπόμενοι εἰς τὴν Στράτωνος ἦγον Καισάρειαν·

そこでニケテス、いまやファウスティヌスと呼ぶべき者が、語り始めた。「まさにあの同じ夜、あなたもご存じのとおり船が壊れていく中、海の深みで我々を、盗みを働くことを恐れない何人かの男たちが拾い上げ、小舟に乗せて、櫂で漕ぎながら、あるときは陸に沿って運び、あるときは食料を取り寄せながら、ストラトンのカイサリアへと連れて行きました。」

Homiliae 13.7.2

2

κἀκεῖ δακρύοντας ἡμᾶς λιμῷ, φόβῳ τε καὶ πληγαῖς, ὅπως μή τι προπετὲς λαλήσωμεν τῶν αὐτοῖς μὴ δοκούντων, ἔτι δὲ καὶ τὰ ὀνόματα ἡμῶν ἀλλάξαντες, πωλῆσαι ἠδυνήθησαν. γυνὴ δέ τις Ἰουδαίοις προσήλυτος, ἀξιόλογος πάνυ, ὀνόματι Ἰοῦστα, ὠνησαμένη ἡμᾶς εἰς τέκνων ἐφύλαττεν τόπον, καὶ πάσῃ ἑλληνικῇ παιδείᾳ μετὰ σπουδῆς ἐξεπαίδευσεν. ἡμεῖς δὲ ἐφ᾽ ἡλικίας ἔμφρονες γενόμενοι καὶ τὴν θρησκείαν ἠγαπήσαμεν, καὶ τὰ τῆς παιδείας ἐφιλοπονήσαμεν, ὅπως πρὸς τὰ λοιπὰ ἔθνη διαλεγόμενοι ἐλέγχειν αὐτὰ περὶ πλάνης δυνώμεθα. ἀλλὰ καὶ τὰ φιλοσόφων ἠκριβώσαμεν, ἐξαιρέτως δὲ τὰ ἀθεώτατα, λέγω δὴ τὰ Ἐπικούρου καὶ Πύῤῥωνος, ἵνα μᾶλλον ἀνασκευάζειν δυνώμεθα.

「そして、涙する我々を、飢えと恐怖と鞭打ちによって――彼らの気に入らないことを軽々しく口にしないようにするため――さらには我々の名前まで変えて、売り渡すことができたのです。ユダヤ教への改宗者である、たいそう立派なある女――名をユスタといいます――が我々を買い取り、自分の子供の代わりとして養い、あらゆるギリシアの教養を熱心に授けてくれました。我々は年頃になって分別がつくと、この信仰を愛するようになり、また教養に励みました。それは、諸国民に対して論じ合い、彼らの迷いを論駁することができるようにするためです。さらに我々は哲学者たちの説にも通じました。とりわけ最も無神論的な説、すなわちエピクロスとピュロンの説を詳しく学びました。それらをよりよく論破できるようにするためです。」