Homiliae 3.6.1
Τοῦ ἑνὸς καὶ μόνου Θεοῦ τοῦ τὸν κόσμον πεποιηκότος καὶ ἡμᾶς κτίσαντος καὶ πάντα παρεσχηκότος τοιαύτη πέφυκεν φύσις, παντὸς ἤδη ποτὲ ἐντὸς ὅρῳ θεοσεβείας ὄντος, καὶ μὴ βλασφημοῦντος αὐτοῦ τὸ ἅγιον πνεῦμα, στοργῇ τῇ πρὸς αὐτὸν εἰς αὑτὸν φέρειν τὴν ψυχήν, ὑπ᾽ αὐτοῦ εἰς αὐτὴν ἔρωτος ἰδέᾳ. κἂν ἁμαρτωλὸς ᾖ, μετὰ τὸ κατ᾽ ἀξίαν ὧν ἔπραξεν κολασθεῖσαν σώζεσθαι φύσιν ἔχει. εἰ δέ τις αὐτὸν ἀρνήσηται, ἢ ἑτέρως πως λόγῳ εἰς αὐτὸν ἀσεβήσῃ, ἕπειτα μετανοήσῃ, κολασθήσεται μὲν ἐφ᾽ ὧν εἰς αὐτὸν ἥμαρτεν, σωθήσεται δέ, ὅτι ἐπιστρέψας ἠγάπησεν. ἴσως δὲ ἡ τῆς εὐσεβείας ὑπερβολὴ καὶ τῆς ἱκεσίας ἢ καὶ τοῦ κολασθῆναι ἀπολυθήσεται, συγγνώμης τῆς ἁμαρτίας μετὰ τῆς μετανοίας δεδωκὼς τὴν ἄγνοιαν. οἱ δὲ μὴ μετανοήσαντες διὰ τῆς τοῦ πυρὸς κολάσεως καὶ τὸ τέλος ἕξουσιν, κἂν ἐν τοῖς λοιποῖς ἅπασιν ὁσιώτατοι ὦσιν·
「唯一の神、すなわち世界を造り、我々を創造し、すべてを備えてくださった方の本性は、次のようなものである。すなわち、およそ敬神の境界の内にひとたび入り、その聖なる霊を冒瀆しない者があれば、その魂を、御自身への情愛によって、また神からその魂へと注がれた恋慕の形によって、御自身のもとへと引き寄せるのである。たとえ罪人であっても、なした業に応じて罰せられた後に、救われる本性を持つ。だが、もし誰かが神を否認するか、あるいは何らかの仕方で言葉によって神に対して不敬虔を犯し、その後に悔い改めるならば、神に対して罪を犯したことについては罰せられるが、立ち返って愛したがゆえに救われる。おそらく、敬虔と嘆願とが並外れていれば、罰を受けることからさえも免れることもあろう。無知が、悔い改めとあいまって、罪の赦しを差し出したからである。だが悔い改めない者たちは、他のすべての点で最も敬虔であったとしても、火の罰によってついには滅びに至るであろう。」
Homiliae 3.6.2
ἀλλ᾽ ὡς ἔφην, μεμετρημένου αἰῶνος τὸ πέμπτον πυρὶ αἰωνίῳ κολασθέντες ἀποσβεσθήσονται. εἶναι γὰρ εἰς ἀεὶ οὐκ ἔτι δύνανται οἱ εἰς τὸν ἀεὶ μόνον ἀσεβήσαντες Θεόν.
「だが、すでに述べたとおり、定められた時代のうちその五分の一のあいだ、永遠の火によって罰せられたのち、彼らは消え去るであろう。なぜなら、ただ永遠にましますお方に対して不敬虔を犯した者たちが、永遠に存在し続けることはもはやできないからである。」