作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia VI, Caput II 第VI講話 第II章

Anonymous · Homiliae · 5 sectiones

Homiliae 6.2.1

1

Τῶν πάλαι ἀνδρῶν οἱ σοφώτατοι, πᾶσαν ἀλήθειαν αὐτοὶ καμάτων μεμαθηκότες, τὲς ἀναξίους καὶ μὴ ὀρεγομένους θείων μαθημάτων ἀπεκρύψαντο τὴν ἐπιστήμην λαβεῖν. οὔτε γὰρ ἀπ᾽ Οὐρανοῦ καὶ τῆς μητρὸς αὐτοῦ Γῆς γεγόνασιν παῖδες δώδεκα, ὡς ὁ μῦθος καταριθμεῖ·

「昔の人々のうち最も知恵ある者たちは、あらゆる真理を自らの労苦によって学び取ったのち、その知識を得るにふさわしくない者、また求めようともしない者たちには、それを隠した。というのも、ウラノスとその母ガイアから、十二人の子が生まれたのではないからだ——神話が数え上げるようには。」

Homiliae 6.2.2

2

ἄῤῥενες μὲν Ὠκεανὸς, Κοῖος, Κρῖος, Υπερίων, Ἰαπετός, Κρόνος· θήλειαι δὲ Θεὰ, Θέμις, Μνημοσύνη, Δημήτηρ, Τηθὺς, Ῥέα. οὔτε τῇ ἐξ ἀδάμαντος ἅρπῃ τὰ αἰδοῖα Κρόνος Οὐρανοῦ τοῦ πατρὸς ἐκτεμών, ὥς φατε, εἰς βυθὸν ἀπέῤῥιψεν·

「男子はオケアノス、コイオス、クレイオス、ヒュペリオン、イアペトス、クロノス。女子はテア、テミス、ムネモシュネ、デメテル、テテュス、レアであった〔と神話は言う〕。だがまた、クロノスが金剛の鎌によって父ウラノスの陰部を切り取り、深淵へと投げ捨てた——諸君の言うように——ということもなかった。」

Homiliae 6.2.3

3

ἀλλ᾽ οὐδ’ ἐκ τῆς ἀποτομῆς τοῦ Οὐρανοῦ σταγόνων ῥυέντος αἵματος ἡ Ἀφροδίτη ἐγένετο. οὐδ’ αὖ Κρόνος τῇ Ῥέᾳ μιγεὶς καὶ γεννήσας Πλούτωνα πρῶτον κατέπιεν, διά τινα Προμηθέως θεσμὸν δεδιώς, μήποτε γεννηθὲν ἐξ αὐτοῦ βρέφος, γενναιότερον αὐτοῦ γενόμενον, ἀφέληται αὐτὸν τῆς βασιλείας. οὐ τὸν Ποσειδῶνα δεύτερον γεννήσας ὁμοίως κατέπιεν. οὐ μετὰ τούτους τὸν Δία γεννηθέντα ἡ μήτηρ κατακρύψασα ἡ Ῥέα ἀπαιτήσαντι τῷ Κρόνῳ καταπιεῖν ἀντέδωκεν. οὐ καταποθεὶς τοὺς προκαταποθέντας θλίψας ἐξέωσεν, ὡς προελθεῖν πρῶτον μὲν τὸν πρῶτον καταποθέντα Πλούτωνα, ἐπ᾽ αὐτῷ Ποσειδῶνα, καὶ τρίτον τὸν Δία. οὐδέ γε, ὥς φασιν, μητρὸς προνοίᾳ διασωθεὶς ὁ Ζεὺς, καὶ εἰς οὐρανὸν ἀναβὰς, τὸν πατέρα τῆς βασιλείας καθεῖλεν. οὐ πατέρος ἀδελφοὺς ἐκόλασεν. οὐκ εἰς πόθον γυναικῶν θνητῶν κατῆλθεν. οὐκ ἀδελφαῖς ἢ θυγατράσιν, οὐκ ἀδελφῶν γυναιξὶν, οὐ παισὶν αἰχρῶς συνεγένετο. οὐδὲ Μῆτιν γεννήσας κατέπιεν, ἵνα ἀπ᾽ ἐγκεφάλου μὲν τὴν Ἀθηνᾶν ἀναφύσῃ ἐκ τῆς Μήτιδος, ἐκ δὲ τοῦ μηροῦ τὸν Διόνυσον τέκῃ, ὃν ὑπὸ Τιτάνων ἐσπαράχθαι λέγουσιν. οὐ δεῖπνον ἐπὶ τῷ Θέτιδος καὶ Πηλέως γάμῳ συντελεῖ. οὐ τὴν Ἔριν τῶν γάμων ἀπεώσατο. οὐκ αὐτὴ ἡ Ἔρις, ἀτιμασθεῖσα, μάχην καὶ στάσιν τοῖς ἑστιωμένοις ἐπενόησεν. οὐ μῆλον χρύσεον ἐκ τῶν Ἑσπερίδων κήπων λαβοῦσα ἐπέγραψεν, δῶρον τῆ καλῇ. ἔπειτα μυθολογοῦσιν ὡς Ἥρα τε καὶ Ἀθηνᾶ καὶ Ἀφροδίτη εὑρίσκουσι τὸ μῆλον, καὶ φιλονεικοῦσαι ἔρχονται πρὸς τὸν Δία·

「またウラノスの切り取られた部分から、滴り落ちた血の雫からアフロディテが生まれた、ということもなかった。またクロノスがレアと交わり、プルトンを生んで真っ先に呑み込んだ——プロメテウスのある定めを恐れて、自分から生まれた赤子が自分よりも優れた者となって、自分から王権を奪い取りはしないかと恐れて——ということもなかった。二番目にポセイドンを生んで同じく呑み込んだということもない。これらのあとにゼウスが生まれたとき、母レアがそれを隠して、呑み込むようにと求めるクロノスに代わりのものを与えた、ということもない。呑み込まれたものが、先に呑み込まれていた者たちを圧し出し、まず最初に呑み込まれたプルトンが、その次にポセイドンが、そして三番目にゼウスが出てきた、ということもない。人の言うように、母の配慮によって救われたゼウスが天に上り、父から王権を奪い取った、ということもない。父の兄弟たちを罰した、ということもない。死すべき女たちへの欲望のために降ってきた、ということもない。姉妹や娘、あるいは兄弟の妻たちと、また子供たちとさえ、恥ずべき仕方で交わった、ということもない。またメティスを身ごもらせて呑み込んだ、ということもない——それによって頭からアテナを芽生えさせ、腿からディオニュソスを産み出すためだと〔言われるが〕、そのディオニュソスはティタンたちに引き裂かれたと言われている。テティスとペレウスの結婚に際して晩餐を催した、ということもない。エリスをその婚礼から追い出した、ということもない。エリスその者が、辱められて、宴に集う者たちに争いと不和を企てた、ということもない。黄金の林檎をヘスペリデスの園から取って『美しい女への贈り物』と書きつけた、ということもない。それから神話はこう語る——ヘラとアテナとアフロディテがその林檎を見つけ、争いながらゼウスのもとへ行った、と。」

Homiliae 6.2.4

4

αἷς αὐτὸς μὲν ἐκ ἔκρινεν, δι᾽ Ἑρμοῦ δὲ πρὸς τὸν ποιμένα Πάριν κριθησομένας περὶ κάλλους ἐξέπεμψεν. ἀλλ᾽ οὔτε ἐκρίθησαν θεαί, οὔτε ὁ Πάρις τῇ Ἀφροδίτῃ τὸ μῆλον ἀπέδωκεν. οὐκ Ἀφροδίτη τιμηθεῖσα τῷ τῆς Ἑλένης αὐτὸν ἀντετίμησεν γάμῳ. οὐ γὰρ ἂν ἡ τῆς θεᾶς τιμὴ πρόφασις ἐγίνετο παμφύλου πολέμου, καὶ ταῦτα ἐπ᾽ ὀλέθρῳ τοῦ τὴν τιμὴν ἀπειληφότος καὶ ἀγχιστεύοντος τῷ τῆς Ἀφροδίτης γένει. ἀλλ᾽ ὡς ἔφην, ὦ τέκνον, ἔχει τινὰ λόγον τὰ τοιαῦτα οἰκεῖον καὶ φιλόσοφον, ἀλληγορίᾳ φρασθῆναι δυνάμενον·

「彼女たちについて、彼自身は判定を下さず、ヘルメスを通じて、羊飼いパリスのもとへ、美しさについて判定させるために送り出した、ということもない。だが、女神たちが判定を受けたということもなく、パリスがアフロディテに林檎を与えたということもない。アフロディテが、その栄誉に対して、ヘレネとの結婚をもって彼に報いた、ということもない。というのも、もしそうであったなら、女神の栄誉が、あの全民族を巻き込んだ戦争の口実になることなどなかったはずであり、しかも、その栄誉を受け取った当人、アフロディテの一族に連なる者の破滅において、そうなることなどなかったはずだからである。だが、息子よ、先にも述べたとおり、このようなことには、寓意によって語ることのできる、しかるべき哲学的な筋道がある。」

Homiliae 6.2.5

5

ὥστε σε ἀκούσαντα θαυμάσαι: κἀγὼ ἔφην· δέομαι μή με ἀναβαλλόμενος βασανίσῃς. καὶ ὅς ἔφη· μηδὲν φοβηθῇς, οὐ γὰρ ὑπερθήσομαι, ἀλλ᾽ ἄρξομαι ἤδη λέγειν.

「それゆえ、それを聞けば、お前は驚嘆することだろう。」私は言った。「先延ばしにして私を苦しめないでくれ、頼む。」すると彼は言った。「何も恐れることはない。先延ばしにはしない。むしろ今すぐ語り始めよう。」