Homiliae 8.4.1
Καὶ ὁ Πέτρος θαυμάσας τῶν ὄχλων τὴν σπουδὴν ἀπεκρίνατο· ὁρᾶτε, ἀδελφοί, πῶς οἱ τοῦ κυρίου ἡμῶν λόγοι ἐμφανῶς τελοῦνται. μέμνημαι γὰρ αὐτοῦ εἰπόντος πολλοὶ ἐλεύσονται ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, ἄρκτου τε καὶ μεσημβρίας, καὶ ἀνακλιθήσονται εἰς κόλπους Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ. ἀλλὰ καὶ πολλοί, φησίν, κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί.
ペトロは群衆の熱意に驚いてこう答えた。「兄弟たちよ、見よ、我々の主の言葉がいかにあらわに成就しているかを。私は、その方がこう言われたのを覚えている。『多くの者が東から西から、北から南から来て、アブラハムとイサクとヤコブの懐に憩うであろう。』しかし、『招かれる者は多いが、選ばれる者は少ない』とも言われた。」
Homiliae 8.4.2
Τὸ μὲν οὖν ἐλθεῖν αὐτοὺς κληθέντας πεπλήρωται. ἐπεὶ δὲ οὐκ αὐτῶν ἐστιν τὸ ἴδιον, ἀλλὰ τοῦ καλέσαντος αὐτοὺς Θεοῦ καὶ ἐλθεῖν πεποιηκότος, ἐπὶ τούτῳ μόνῳ μισθὸν οὐκ ἔχουσιν, ὅτι μὴ αὐτῶν ἴδιον, ἀλλὰ τοῦ ἐνεργήσαντος. ἐὰν δὲ μετὰ τὸ κληθῆναι καλὰ πράξωσιν, ὅπερ ἐστὶν αὐτῶν ἴδιον, τότε ἐπὶ τούτῳ μισθὸν ἕξουσιν.
「さて、彼らが招かれて来たということは、すでに成就した。しかし、それは彼ら自身に固有のことではなく、彼らを招き、来させた神に属することであるから、彼らはこのことだけについては報いを持たない。それは彼らに固有のことではなく、働きかけた方に属することだからである。しかし、招かれたのちに善き行いをなすならば、それは彼ら自身に固有のことであるから、そのことについては報いを持つであろう。」