Homiliae 10.6.1
Θαρσήσαντες οὖν πρόσιτε τῷ Θεῷ, οἱ τὴν ἀρχὴν ἐπὶ τῷ πάντων ἄρχειν καὶ κυριεύειν γεγενημένοι, οἵ τινες ἔχετε αὐτοῦ ἐν μὲν τῷ σώματι τὴν εἰκόνα, ὁμοίως τε ἔχετε ἐν τῷ νῷ τῆς γνώμης τὴν ὁμοιότητα. ἐπεὶ οὖν ἀλόγοις ζώοις ἐοικότα πράξαντες ἐκ τῆς ψυχῆς τὴν ἀνθρώπου ψυχὴν ἀπωλέσατε, ὥσπερ χοῖροι γενόμενοι δαιμόνων αἰτήματα ἐγένεσθε. ἐὰν οὖν τοῦ Θεοῦ νόμον ἀναδέξησθε, ἄνθρωποι γίνεσθε. οὐ γὰρ οἷον ἀλόγοις ζώοις ἔστιν εἰπεῖν·
「それゆえ勇気を出して神に近づけ、初めから万物を支配し統べ治めるべく生まれた者たちよ。諸君は、その体において彼のかたどりを持ち、同じように、精神においてはその意向の似姿を持っている。しかるに、諸君は理性なき動物に似たことを行い、魂から人間の魂を滅ぼし、豚のようになってダエモーンどもの求めるところとなった。それゆえ、もし諸君が神の律法を受け入れるならば、人間になるのである。理性なき動物に対しては、次のように言うことはできないからである。」
Homiliae 10.6.2
οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις καὶ τὰ ἑξῆς. διὸ μὴ φθονήσητε ἑαυτοῖς εἰς τὴν πρώτην ἀνακαλούμενοι εἰσελθεῖν εὐγένειαν. δυνατὸν γάρ ἐστιν, ἐὰν τῷ Θεῷ διὰ τῶν ἀγαθῶν πράξεων ἐξομοιωθῆτε. καὶ διὰ τὴν ὁμοιότητα υἱοὶ ἐκείνου εἶναι λογισθέντες πάντων δεσπόται ἀποκαταστῆναι δυνήσεσθε.
「『殺すなかれ、姦淫するなかれ、盗むなかれ』、その他もろもろのことを、である。それゆえ、最初の高貴な身分へ立ち返るよう呼ばれているのに、自分自身に対して物惜しみをするな。それは可能である、もし諸君が善き行いによって神に似る者となるならば。そしてその似姿のゆえに、彼の子らと見なされ、万物の主宰者として立ち返ることができるであろう。」