作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia XII, Caput XVII 第XII講話 第XVII章

Anonymous · Homiliae · 2 sectiones

Homiliae 12.17.1

1

Πλὴν ἐπειδὴ ὄρθρος ἐγένετο, μεγάλα βοῶσα καὶ γοερὰ κωκύουσα περιεβλεπόμην, ζητοῦσα τῶν ἐμῶν ταλαιπώρων βρεφῶν τὰ νεκρὰ σώματα. ἐλεήσαντες οὖν με οἱ ἐπιχώριοι, γυμνὴν ἰδόντες, ἐνδύσαντές με τὸ πρῶτον, τὸν βυθὸν ἀνηρεύνων, τὰ ἐμὰ ζητοῦντες τέκνα. καὶ ἐπεὶ μηδὲν ηὕρισκον ὧν ἐζήτουν, παραμυθίας χάριν τινὲς τῶν φιλοξένων γυναικῶν προσελθοῦσαι διηγοῦντο ἑκάστη τὰ ἑαυτῆς κακὰ, ἵνα τῶν ὁμοίων συμφορᾷ παραμυθίας τύχω, ὅ δὲ μᾶλλόν με ἐλύπει. οὐ γὰρ ἔφην οὕτω κακὴ εἶναι, ὡς ταῖς ἄλλων συμφοραῖς παραμυθίας τύχω. καὶ δὴ εἰς ξενίαν πολλῶν με ἄγειν ἀξιουσῶν μία τις τῶν ἐνταῦθα πενιχρὰ πολὺ βιασαμένη εἰς τὸ ἑαυτῆς ἐλθεῖν ἠνάγκασε σκήνωμα, εἰποῦσά μοι·

「さて、夜が明けると、私は大声で叫び、悲しげに泣きわめきながらあたりを見回し、私の哀れな幼子たちの亡骸を探し求めました。この地の人々は私を憐れんで、裸でいるのを見て、まず衣服を着せてくれ、そして海の深みを探って私の子供たちを探してくれました。しかし探し求めるものが何も見つからなかったので、慰めのために、もてなし好きな女たちの何人かが近づいてきて、それぞれ自分自身の不幸を語り、同じような災難によって私が慰めを得られるようにしてくれましたが、それはかえって私をいっそう悲しませました。私は、他人の不幸によって慰めを得られるほど自分が悪い人間だとは思わなかったからです。多くの女たちが自分の家へ私を連れて行こうと望む中、この地の貧しい女が一人、強く迫って自分の宿にどうしても来るようにと私を促し、こう言いました。」

Homiliae 12.17.2

2

θάῤῥει γύναι, καὶ γὰρ ὁ ἐμὸς ἀνὴρ ναύτης ὥν κατὰ θάλασσαν τέθνηκεν, ἐν τῇ νεαζούσῃ τυγχάνων ἡλικίᾳ· καὶ ἔκτοτε πολλῶν με ἀξιούντων πρὸς γάμον ἐγὼ χηρεύειν εἱλόμην, τὸν ἐμὸν ποθοῦσα ἄνδρα. ἔσται δὲ ἡμῖν κοινὰ ἃ διὰ χειρῶν ἀμφότεραι πορίζειν δυνάμεθα.

「『元気をお出しなさい、女よ。私の夫も船乗りで、まだ若い年頃のときに海で亡くなりました。それ以来、多くの人が結婚をと望みましたが、私は夫を慕い続けて、やもめでいることを選びました。我々二人がそれぞれ手で得られるものを、共有して暮らしましょう。』」