作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia I, Caput XIX 第I講話 第XIX章

Anonymous · Homiliae · 3 sectiones

Homiliae 1.19.1

1

Τὸν μὲν οὖν βοηθὸν ἄνδρα τὸν ἀληθῆ προφήτην λέγω, ὅς μόνος φωτίσαι ψυχὰς ἀνθρώπων δύναται, ὥτ᾽ ἄν αὐτοῖς ὀφθαλμοῖς δυνηθῆναι ἡμᾶς ἐνιδεῖν τῆς αἰωνίου σωτηρίας τὴν ὁδόν. ἄλλως δὲ ἀδύνατον, ὡς οἶσθα καὶ σὺ μικρῷ τάχιον εἰπών, ὡς πᾶσα ὑπόθεσις ἀνασκευάζεται καὶ κατασκευάζεται, καὶ πρὸς τὴν τοῦ ἐκδικοῦντος δύναμιν ἡ αὐτὴ ἀληθὴς καὶ ψευδὴς νομίζεται·

「さて、その助け手なる人こそ、私が言う真の預言者である。この方だけが人間の魂を照らすことができ、それによって我々は自分の目で永遠の救いへの道を見ることができるのである。それ以外には不可能である。お前自身も少し前に言った通り、あらゆる主張は論破もされれば構築もされ、弁護する者の力量に応じて、同じ事柄が真とも偽とも見なされるのだから。」

Homiliae 1.19.2

2

ὡς μηκέτι τὰς ὑποθέσεις φαίνεσθαι ὅ εἰσιν, ἀλλὰ παρὰ τοὺς ἐκδικοῦντας φαντασίαν λαμβάνειν τοῦ εἶναι ἢ μὴ εἶναι ἀληθεῖς ἢ ψευδεῖς. τούτου εἵνεκεν προφήτου ἀληθοῦς ὅλον τὸ τῆς εὐσεβείας ἐδεήθη πρᾶγμα, ἵνα ἡμῖν ἐρῇ τὰ ὄντα ὥς ἐςιν, καὶ ὡς δεῖ περὶ πάντων πιςεύειν. ὥστε πρῶτον χρὴ τὸν προφήτην πάσῃ τῇ προφητικῇ ἐξετάσει δοκιμάσαντα καὶ ἐπιγνόντα ἀληθῆ, τοῦ λοιποῦ τὰ πάντα αὐτῷ πιστεύειν, καὶ μηκέτι τὸ καθ᾽ ἓν ἕκαστον τῶν ὑπ᾽ αὐτοῦ λεγομένων ἀνακρίνειν, ἀλλὰ λαμβάνειν αὐτὰ βέβαια ὄντα, δοκούσῃ μὲν πίστει, ληφθέντα δὲ ἀσφαλεῖ κρίσει·

「その結果、主張はもはやそれがあるがままのものとしては現れず、弁護する者次第で、真であるか偽であるかという見かけを帯びるようになる。それゆえにこそ、敬虔の事柄全体は真の預言者を必要としたのである。その方が我々に、有るものをあるがままに語り、すべてについてどう信じるべきかを告げてくださるためである。それゆえ、まず預言者を、あらゆる預言的な吟味によって検証し、真であると認めたうえで、その後はすべてのことをその方に信頼し、その方が語ることの一つ一つをもはや詮索するのではなく、それらを確かなものとして受け取らねばならない。それは、見かけの上では信によるが、実は確かな判断によって受け取られたものなのである。」

Homiliae 1.19.3

3

ἀποδείξει γὰρ μιᾷ τῇ ἀπαρχῆς καὶ ἀκριβεῖ ἐξετάσει τῇ πανταχόθεν τὰ ὅλα ὀρθῷ εἴληπται λογισμῷ. διὸ πρὸ πάντων τὸν ἀληθῆ προφήτην ζητεῖν δεῖ, ὅτι ἄνευ τούτου βέβαιόν τι προσεἶναι ἀνθρώποις ἀδύνατον.

「というのも、最初になされたただ一つの証明と、あらゆる方面からの綿密な吟味とによって、すべてが正しい思案によって把握されるからである。それゆえ、何よりもまず真の預言者を求めねばならない。この方なくしては、人間に確かなものが備わることは不可能だからである。」