作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia X, Caput XVIII 第X講話 第XVIII章

Anonymous · Homiliae · 2 sectiones

Homiliae 10.18.1

1

Διὸ καὶ ὑμεῖς ἀποκρίνεσθε πρὸς αὐτούς· ψεύδεσθε, οὐ γὰρ τιμῇ τῇ πρὸς τὸν ὄντως Θεὸν αὐτὰ σέβεσθε, πᾶσαν γὰρ ἄν μορφὴν προσεκυνεῖτε οἱ πάντες, οὐχ ὡς ἐποιεῖτε· οἱ μὲν γὰρ ὑμῶν κρόμμυον ὑπονοήσαντες εἶναι τὸ θεῖον καὶ γαστρὸς πνεύματα σέβοντες πολεμοῦσιν·

「それゆえ諸君もまた、彼らにこう答えるがよい。『諸君は偽っている。諸君がそれらを敬うのは、まことの神への敬意によるのではない。もしそうであれば、諸君すべてがあらゆる姿を等しく礼拝するはずであって、諸君が実際にしているようにはならないはずだからだ。諸君のうちのある者たちは、玉葱こそが神であると考えて敬い、腹の中の風を敬う者たちと互いに争っているではないか。』」

Homiliae 10.18.2

2

καὶ οὕτως ὁμοίως οἱ πάντες ἕν τι προτιμήσαντες τὰ ἄλλων ψέγετε. διαφόρῳ δὲ γνώμῃ τοῦ αὐτοῦ ζώου μελῶν ὅς μὲν ἄλλο σέβει, ἕτερος δὲ ἕτερον. πλὴν αὐτῶν ἔτι τὰ τοῦ ὀρθοῦ λογισμοῦ πνέοντες, αἰδούμενοι ἐπὶ τῷ προδήλῳ αἰσχρῷ, εἰς ἀλληγορίας αὐτὰ ἄγειν πειρῶνται, δι᾽ ἑτέρας ἀπονοίας τὰ τῆς ἀπάτης αὐτῶν θανάσιμα κρατύνειν βουλομένοι. ὅμως καὶ τὰς ἀλληγορίας διελέγξαιμεν ἄν, εἴπερ ἐκεῖ ἦμεν, ὧν τὸ τοσοῦτον μωρὸν ἐπεκράτησεν πάθος, ὡς μεγίστην τῇ ἐπινοίᾳ ἐμποιῆσαι νόσον. οὐ γὰρ χρὴ τὴν ἔμπλαστρον προσφέρειν ἐπὶ τὸ ὑγιεινὸν μέρος τοῦ σώματος, ἀλλ᾽ ἐπὶ τὸ πάσχον. ἐπεὶ οὖν ὑμεῖς διὰ τοῦ γελάσαι τὰ Αἰγυπτίων ἐφάνητε μὴ πείθοντες τὰ ἐκείνων, περὶ οὗ ὑμεῖς πεπόνθατε, εὔλογον ἦν παρόντα με ὑμῖν τὴν ἴασιν τοῦ ἐν ὑμῖν πάθους παρέχειν.

「『そして同様に、諸君は皆、ひとつのものを重んじて、他の者たちのものを非難しているに過ぎない。同じ動物の異なる部分について、ある者は一方を敬い、他の者は他方を敬っているだけである。』しかし彼らのうちにも、なお正しい思案の息吹を保つ者たちがいて、明白な恥辱を恥じて、これらを寓意へと持ち込もうと試み、別の狂気によって彼らの欺きの致死的なものを強めようとしている。しかし、もし我々がそこにいたなら、その寓意についても論駁したであろう——それほどまでに愚かな情念が彼らを支配し、その考えに甚だしい病を生み出しているのである。膏薬を体の健全な部分に当てるべきではなく、患っている部分にこそ当てるべきだからである。それゆえ、諸君はエジプト人たちを笑うことによって、彼らの説には与していないことを示したのであるから、諸君が患っている事柄については、私がここにいる間に、諸君のうちにあるその病の治療を施すのが道理にかなうことであった。」