作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia II, Caput XXIII 第II講話 第XXIII章

Anonymous · Homiliae · 2 sectiones

Homiliae 2.23.1

1

Τὸ δὲ παρεισελθεῖν αὐτὸν τὸν τῆς θεοσεβείας λόγον, γέγονεν οὕτως· Ἰωάννης τις ἐγένετο ἡμεροβαπτιστής, ὃς καὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ κατὰ τὸν τῆς συζυγίας λόγον ἐγένετο πρόοδος·

「彼が敬神の教えに紛れ込んだ次第は、次のようであった。すなわち、ある日々の洗いを行う者ヨハネがいた。彼は、対の理に従って、我々の主イエスに先立つ者であった。」

Homiliae 2.23.2

2

καὶ ὥσπερ τῷ κυρίῳ γεγόνασιν δώδεκα ἀπόστολοι, τῶν τοῦ ἡλίου δώδεκα μηνῶν φέροντες τὸν ἀριθμόν, ὡσαύτως καὶ αὐτῷ ἔξαρχοι ἄνδρες γεγόνασιν τριάκοντα, τὸν μηνιαῖον τῆς σελήνης ἀποπληροῦντες λόγον. ἐν ᾧ ἀριθμῷ μία τις ἦν γυνὴ λεγομένη Ἑλένη, ἵνα μηδὲ τοῦτο ἀνοικονόμητον ᾖ. ἥμισυ γὰρ ἀνδρὸς οὖσα γυνὴ ἀτελῆ τὸν τῆς τριακοντάδος τέθεικεν ἀριθμὸν, ὥσπερ καὶ τῆς σελήνης, ἧς ἡ πορεία τοῦ μηνὸς οὐ τέλειον ποιεῖται τὸν δρόμον. τούτων δὲ τῶν τριάκοντα τῷ Ἰωάννῃ πρῶτος καὶ δοκιμώτατος ἦν ὁ Σίμων, ὃς καὶ τοῦ μὴ ἆρξαι αὐτὸν μετὰ τὴν τελευτὴν τοῦ Ἰωάννου αἰτίαν ἔσχεν ταύτην.

「そして、主に十二人の使徒がいたのが太陽の十二か月の数を担うものであったのと同様に、彼にもまた、月の月々の理を満たす三十人の指導的な男たちがいた。この数の中に、ヘレネという一人の女がいた。これもまた、無秩序に配置されたわけではない。というのも、女は男の半分であるから、三十という数を不完全なものとしたのである。それは月の運行が、その月の一巡を完全なものとしないのと同じことである。この三十人のうち、ヨハネにとって最初にして最も信頼された者がシモンであった。そして彼こそが、ヨハネの死後に自分が指導者とならなかった、その理由を持つ者であった。」