Homiliae 13.1.1
Ὄρθρου δὲ γενομένου εἰσιὼν ὁ Πέτρος ἔφη· ὁ μὲν Κλήμης μετὰ τῆς αὑτοῦ μητρὸς Ματτιδίας καὶ τῆς ἐμῆς γυναικὸς ἅμα ἐπὶ τοῦ ὀχήματος καθεζέσθωσαν. καὶ ὁμῶς οὕτως ἐγένετο. ὁρμώντων δὲ ἡμῶν τὴν ἐπὶ Βαλανίας ὁδὸν ἐπύθετό μου ἡ μήτηρ, πῶς ὁ πατὴρ διάγει. κἀγὼ ἔφην·
夜が明けると、ペトロが入って来て言った。「クレメンスは、自分の母マッティディアと、私の妻と共に、荷車に乗るがよい。」そしてそのとおりになった。我々がバラニアイへの道を進み始めると、母は私に、父がどうしているかと尋ねた。私は言った。
Homiliae 13.1.2
ἐπὶ τὴν ζήτησίν σου καὶ τῶν διδύμων ἀδελφῶν μου Φαυστίνου τε καὶ Φαυστινιανοῦ ἐκβὰς ἀνεύρετός ἐστιν. οἶμαι δὲ ἐκ τοῦ πλείστου τελευτῆσαι αὐτόν, ἢ ναυφραγίῳ περιπεσόντα, ἢ ἐν ὁδῷ σφαλέντα, ἢ ὑπὸ λύπης μαρανθέντα. ἡ δὲ ἀκούσασα καὶ ἐπίδακρυς γενομένη ἐστέναξεν λυπηθεῖσα, τῇ δὲ πρὸς ἐμὲ εὑρέσει χαίρουσα τὴν ἐκ τῆς ὑπομνήσεως λύπην μετρίως ἀπήμβλυνεν. ὁμῶς οὖν κατηντήσαμεν εἰς Βαλανίας. τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ εἰς Πάλτον ἤλθομεν, κἀκεῖθεν εἰς Γάβαλαν·
「あなたと、私の双子の兄弟であるファウスティヌスとファウスティニアヌスとを捜すために出て行ったまま、見つからずにいます。おそらく、あの人はもう亡くなったのだと思います。難破に遭ったか、旅の途中で命を落としたか、あるいは悲しみのために衰え果てたか、いずれかでしょう。」母はこれを聞いて涙にくれ、悲しみのあまりため息をついたが、私を見つけたことを喜んで、この思い出によって呼び起こされた悲しみを幾分か和らげた。こうして我々はバラニアイに到着した。翌日パルトスへ行き、そこからガバラへ向かった。
Homiliae 13.1.3
τῇ δὲ ἑτέρᾳ κατηντήσαμεν εἰς Λαοδίκειαν. καὶ ἰδοὺ πρὸ τῶν θυρῶν Νικήτης καὶ Ἀκύλας ἀπήντων ἡμῖν, καὶ καταφιλήσαντες ἦγον ἐπὶ τὴν ξενίαν. ὁ δὲ Πέτρος καλὴν καὶ μεγάλην πόλιν ἰδών·
そしてその次の日、我々はラオディキアに到着した。すると見よ、門の前でニケテスとアクィラスが我々を出迎え、口づけしてから宿へと案内した。ペトロはその美しく大きな町を見て、
Homiliae 13.1.4
ἄξιον, ἔφη, ἐνταῦθα ἡμερῶν ἐπιμεῖναι. ὡς γὰρ ἐπίπαν τὸ πλῆθος δυνατώτερόν ἐστιν τίκτειν τοὺς ζητουμένους. ὁ μὲν οὖν Νικήτης καὶ Ἀκύλας ἐπυνθάνοντό μου, τίς εἴη αὕτη ἡ ξένη γυνή. κἀγὼ ἔφην· ἐμὴ μήτηρ, ἥν ἐπιγνῶναί μοι ὁ Θεὸς διὰ Πέτρου τοῦ κυρίου μου ἐδωρήσατο.
言った。「ここに幾日か留まるだけの価値がある。人の多い所は、たいてい、我々の求める者たちを生み出す力がより大きいものだからだ。」するとニケテスとアクィラスは私に、この見慣れぬ女は誰なのかと尋ねた。私は言った。「私の母です。我が主ペトロを通して神が、私に彼女を見分けさせてくださったのです。」