Homiliae 14.3.1
Καὶ ὁ γέρων τοῦ λέγειν ἤρξατο οὕτως· θαλάσσῃ ὑμᾶς λελουμένους εἰς τὸν ἀπόκρυφον τόπον ὑποχωρήσαντας ἰδὼν, προσελθὼν λάθρα κατεσκόπουν τὸ τί ἄν ἐν κρυφαίῳ εἰσιόντες πράττοιτε, καὶ ἐπειδὴ εὐχομένους εἶδον, ὑπεχώρησα·
「すると老人はこう語り始めた。『海で身を清め、人目につかぬ場所に退いた諸君を見て、近づき、ひそかに、諸君が隠れた所に入って何をするつもりかを窺っていたが、祈っているのを見て、退いた。』」
Homiliae 14.3.2
ἐλεήσας δὲ ὑμᾶς ἀνέμεινα, ὅπως ἐξιοῦσιν προσομιλήσας πείσω μὴ ἀπατᾶσθαι. οὔτε γὰρ Θεός ἐστιν, οὔτε πρόνοια, ἀλλὰ γενέσει τὰ πάντα ὑπόκειται, ὡς ἐγὼ ἐφ᾽ οἷς πέπονθα πεπληροφόρημαι, ἐκ πολλοῦ ἀκριβῶν τὸ μάθημα. μὴ οὖν ἀπατῶ, τέκνον. εἴτε γὰρ εὔχῃ, εἴτε μὴ, τὰ ἐκ τῆς γενέσεως πάσχειν ἀνάγκην ἔχεις εἰ γὰρ εὐχαί τι δύνανται ἢ τὸ εὖ ποιεῖν, αὐτὸς ἄν ἐν τοῖς κρείττοσιν ἤμην. καὶ νῦν εἰ μή σε ἀπατᾷ ἡ πενιχρά μου αὕτη ἐσθής, οὐκ ἀπιστήσεις οἷς λέγω. ἐν πολλῇ βίου ποτὲ ὤν περιουσίᾳ, πολλὰ καὶ θεοῖς ἔθυον, καὶ δεομένοις παρεῖχον, καὶ ὅμως εὐχόμενός τε καὶ εὐσεβῶν τὴν πεπρωμένην ἐκφυγεῖν οὐκ ἠδυνήθην. κἀγὼ ἔφην·
「『だが諸君を憐れんで待ち、出て来たところで語りかけ、欺かれることのないよう説き伏せようと思う。神もいなければ、摂理もない。すべては生まれに従うのだ。私はこれを、自分の身に起きたことによって確信している。長くこの学問を究めてきたのだから。だから欺かれるな、子よ。祈ろうと祈るまいと、お前は生まれから来るものを被る他ない。もし祈りや善行に何らかの力があるなら、私自身がもっと良い境遇にあっただろう。今も、もし私のこの粗末な身なりに欺かれていないなら、私の言うことを疑うまい。かつて私は多くの財産の中にあり、神々にも多くの犠牲を献げ、困窮する者にも多く施した。それでも祈り、敬虔でありながら、運命を逃れることはできなかった。』そこで私は言った。」
Homiliae 14.3.3
τίνα ἐστὶν ἃ πέπονθας; ὁ δὲ ἀπεκρίνατο· οὐκ ἀνάγκη λέγειν νῦν, ἴσως ἐπὶ τέλει ἀκούσῃ, τίς τε ὤν ἐγὼ καὶ τίνων, ἐν ποίαις βίου περιστάσεσιν γέγονα. νῦν δὲ ὅτι γενέσει τὰ πάντα ὑπόκειται, πληροφορηθῆναί σε θέλω.
「『お前が被ったこととは何なのか。』老人は答えた。『今は語る必要はない。おそらく終わりに聞くことになるだろう、私が誰で、どういう者たちの子で、どのような人生の境遇にあったかを。だが今は、すべてが生まれに従うということを、お前に確信させたいのだ。』」