Homiliae 19.9.1
Πλὴν, ὡς ἔφης, ὁ πονηρὸς εἰ γενητός ἐστιν, ἢ ὡς ζῶον γεγένηται, ἢ οὐσιωδῶς ὑπ᾽ αὐτοῦ προβέβληται, ἢ ἔξω κέκραται, ἢ τῇ κράσει συμβέβηκεν αὐτοῦ ἡ προαίρεσις, ἢ ἄνευ κράσεως καὶ Θεοῦ βουλῆς συνέβη γενέσθαι ἐξ οὐκ ὄντων, ἢ ὑπὸ Θεοῦ, [ἤ] μηδαμοῦ μηδαμῶς γέγονεν, ἢ ἐκτὸς ἦν Θεοῦ ἡ ὕλη ἔμψυχος οὖσα ἢ ἄψυχος ὅθεν γέγονεν, ἢ ἑαυτὸν δημιουργήσας, ἢ ὑπὸ Θεοῦ γεγονὼς, ἢ τῶν πρός τί ἐστιν, ἢ αἰεὶ ἦν, εἰπεῖν γὰρ αὐτὸν μὴ εἶναι οὐ δυνάμεθα, συνωμολογήσαμεν γὰρ αὐτὸν ὑπάρχειν. καὶ ὁ Σίμων·
「ところで、お前が言ったように、悪しき者は、もし生じた者であるならば、生き物として生じたのか、あるいは実体として彼によって押し出されたのか、あるいは外部において混合されたのか、あるいは彼の意志が混合によって生じたのか、あるいは混合も神の意志もなしに、存在しないものから生じたのか、あるいは神によって、あるいはどこにおいても、いかなる仕方でも生じなかったのか、あるいは、霊魂を持つにせよ持たないにせよ質料が神の外にあって、そこから生じたのか、あるいは自分自身を造ったのか、あるいは神によって生じたのか、あるいは相対的なものの一つであるのか、あるいは常にあったのか。彼が存在しないとは我々には言えない。我々はすでに彼が存在すると共に認めたからである。」シモンが言った。
Homiliae 19.9.2
καλῶς πάσας αὐτοῦ τὰς ὁδοὺς διεῖλες, τὸ κεφάλαιον αὐτοῦ. λοιπὸν ἐμόν ἐστι τὴν διαίρεσιν ἀνακρίναντα δεῖξαί σοι τὸν δημιουργὸν ὑπὸ μέμψιν ὄντα. σοῦ δὲ ἔργον ἀποδεῖξαι αὐτόν, ὡς ὑπέσχησαι, πάσης μέμψεως ἐκτὸς ὄντα. θαυμάζω δὲ εἰ δυνήσῃ. πρῶτον μὲν γὰρ ὁ πονηρὸς, εἰ ἀπὸ τοῦ Θεοῦ ζῶον γεγένηται, ἀκολούθως τῆς αὐτῆς τοῦ προβάλλοντος κακίας τυγχάνει. καὶ [ὁ Πέτ]ρος·
「お前は彼のすべての道筋を、その要点において見事に分けた。あとは、その区分を吟味して、造り主が非難を受けるべき者であることをお前に示すのが私の役目である。そして、お前が約束したとおり、彼があらゆる非難の外にあることを証明するのがお前の務めだ。だが、お前にそれができるとは思えない。まず第一に、もし悪しき者が神から生き物として生じたのなら、当然、彼を押し出した者と同じ悪を受け継いでいることになる。」ペトロが言った。
Homiliae 19.9.3
οὐ πάντως. ὁρῶμεν γὰρ πολλοὺς τῶν ἀνθρώπων ἀγαθοὺς ὄντας, καὶ [κακ]οὺς γεννήσαντας, ἄλλους δὲ [κα]κοὺς ὑπάρχοντας, καὶ ἀγαθοὺς ἐσχηκότας, ἑτέρους δὲ κακοὺς ὄντας, καὶ ἀγαθοὺς προβάλλοντας, ἄλλους δὲ ἀγαθοὺς ὑπάρχοντας, καὶ κακούς τε καὶ ἀγαθοὺς τεκνώσαντας. αὐτίκα γοῦν ὁ πρῶτος δημιουργηθεὶς ἄνθρωπος ἐγέννησεν τὸν ἄδικον Κάϊν καὶ τὸν δίκαιον Ἅβελ. πρὸς ταῦτα ὁ Σίμων ἔφη·
「決してそうではない。我々は、善き人でありながら悪しき子を生んだ者が多くいるのを見るし、また、悪しき人でありながら善き子を持った者も、悪しき人でありながら善き子をもうけた者もいれば、善き人でありながら悪しき子と善き子の両方をもうけた者もいるのを見る。事実、最初に造られた人間は、不正なるカインと正しきアベルとを生んだ。」
Homiliae 19.9.4
ἀνοήτως ποιεῖς περὶ Θεοῦ διαλεγόμενος ἀνθρωπίνοις χρώμενος παραδείγμασιν. καὶ ὁ Πέτρος· σὺ οὖν ἡμῖν λέγε περὶ Θεοῦ, ἀνθρωπίνοις μὴ χρώμενος παραδείγμασιν, μετὰ τοῦ μέντοι νοηθῆναι δύνασθαι τὰ λεγόμενα· ἀλλ᾽ οὐ δυνήσῃ.
「お前は、人間の実例を用いて神について論じるという、愚かなことをしている。」ペトロが言った、「それなら、お前が我々に神について語れ、人間の実例を用いずに、しかも語ることが理解され得るようにして。だが、お前にはできまい。」