Homiliae 16.6.1
Αὐτίκα γοῦν ἐν τῇ πρώτῃ φωνῇ τοῦ νόμου φαίνεται καὶ ἑαυτῷ αὐτοὺς ὁμοίως λέγων. οὕτως γέγραπται, ὡς ὅτι τῷ πρώτῳ ἀνθρώπῳ, ἐντολὴν ἔχοντι παρὰ τοῦ Θεοῦ, ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ φαγεῖν, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν μὴ φαγεῖν, ὁ ὄφις διὰ τῆς γυναικὸς ἐπὶ ὑποσχέσει τοῦ γενέσθαι αὐτοὺς θεοὺς φαγεῖν αὐτοὺς πείσας, ἀναβλέψαι ἐποίησεν καὶ εἶθ’ οὕτως ὁ Θεὸς ἀναβλέψασιν αὐτοῖς ἔφη·
「すぐさま律法の最初の言葉においてさえ、彼らを自分自身と同様の者として語っているように見える。すなわちこう書かれている。最初の人間は、神から、楽園にあるすべての木から食べてよいが、善悪を知る木からは食べてはならないとの命令を受けていたが、蛇は女を通して、神々になるという約束のもとに彼らを説き伏せて食べさせ、彼らの目を開かせた。そしてそのようにして、目が開かれた彼らに、神はこう言われた。」
Homiliae 16.6.2
ἰδοὺ γέγονεν Ἀδὰμ, ὡς εἶς ἡμῶν. ὁ μὲν οὖν ὄφις εἰπών· ἔσεσθε ὡς θεοί, ὡς ὄντων θεῶν εἰρηκὼς φαίνεται· ταύτῃ μᾶλλον ᾗ καὶ Θεὸς ἐπεμαρτύρησεν εἰπών· ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἶς ἡμῶν. οὕτως ὁ τοὺς πολλοὺς εἰπὼν ὄφις εἶναι θεοὺς οὐκ ἐψεύσατο. πάλιν τὸ γεγράφθαι·
「『見よ、アダムは我々のうちのひとりのようになった。』こうして、蛇が『お前たちは神々のようになるだろう』と言ったのは、神々が存在するかのように言ったと見える。まさにそのことは、神ご自身が『見よ、アダムは我々のうちのひとりのようになった』と言われることによって証しされているとおりであり、これによっていっそう明らかとなる。このように、多くの者を神々であると言った蛇は、偽りを述べたのではないのだ。また、次のように書かれていることもある。」
Homiliae 16.6.3
θεοὺς οὐ κακολογήσεις καὶ ἄρχοντας τοῦ λαοῦ σου οὐ κακῶς ἐρεῖς, πολλοὺς σημαίνει θεοὺς, οὕς οὐδὲ κακολογεῖσθαι θέλει. ἀλλὰ καὶ ἄλλοθί που γέγραπται·
「『神々を悪く言ってはならず、お前の民の指導者たちを悪く言ってはならない。』これは多くの神々を意味しており、その者たちを悪く言うことすら望まれていないのだ。それだけでなく、他のところにはこうも書かれている。」
Homiliae 16.6.4
εἰ ἐτόλμησεν Θεὸς ἕτερος εἰσελθεῖν, καὶ λαβεῖν ἑαυτῷ ἔθνος ἐκ μέσου ἔθνους, ὡς ἐγὼ κύριος ὁ Θεός. τὸ εἰπεῖν, εἰ ἐτόλμησεν Θεὸς ἕτερος, ὡς ὄντων ἑτέρων εἴρηκεν. καὶ ἄλλοτε·
「『もし他の神があえて入り込み、ある民の中から自分のために一つの国民を取ろうとするなら――私、主である神のように。』『もし他の神があえて』と言うことは、他の者たちが存在するかのように語っているのだ。また、他のときにはこう言う。」
Homiliae 16.6.5
Θεοὶ οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ὡς τῶν μὴ πεποιηκότων ἀπόλλυσθαι μελλόντων. καὶ ἄλλῃ που λέγει·
「『天と地を造らなかった神々は滅びよ』――造らなかった者たちが滅びることになっているかのように。そしてまた他のところではこう言う。」
Homiliae 16.6.6
ἔπεχε σεαυτῷ, μὴ πορευθεὶς λατρεύσῃς θεοῖς ἑτέροις, οἷς οὐκ ᾔδεισαν οἱ πατέρες σου, ὡς ὄντων θεῶν ἑτέρων, οἷς καὶ μὴ ἐξακολουθεῖν αὐτοὺς λέγει. καὶ πάλιν·
「『自ら気をつけよ。お前の父祖たちが知らなかった他の神々のもとに行って仕えることのないように』――他の神々が存在するかのように言い、それらに従ってはならないと言っているのだ。そしてまた、」
Homiliae 16.6.7
ὀνόματα θεῶν ἑτέρων οὐκ ἀναβήσεται ἐπὶ τῶν χειλέων σου. καὶ ἐνταῦθα πολλοὺς θεοὺς λέγει, ὧν τὰ ὀνόματα ὀνομάζεσθαι οὐ θέλει. καὶ πάλιν γέγραπται· Κύριος ὁ Θεός σου, οὕτος Θεὸς τῶν θεῶν. καὶ πάλιν· τίς ὅμοιός σοι, κύριε, ἐν θεοῖς καὶ πάλιν·
「『他の神々の名は、お前の唇に上らせてはならない。』ここでもまた、多くの神々のことを言っており、その名を口にすることを望んでいないのだ。そしてまた、こう書かれている。『主なるお前の神、この方こそ神々の神である。』そしてまた、『主よ、汝に似た者が神々のうちにあろうか。』そしてまた、」
Homiliae 16.6.8
Θεὸς θεῶν κύριος. καὶ πάλιν· ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρίνει. ὅθεν θαυμάζω πῶς τοσούτων φωνῶν ἐγγράφως μαρτυρουσῶν πολλοὺς εἶναι θεοὺς, σὺ διαβεβαίωσαι μὴ δεῖν μήτε λέγειν μήτε εἶναι νομίζειν. λοιπὸν πρὸς τὰ σαφῶς ῥηθέντα τί ἔχεις εἰπεῖν, ἐπὶ πάντων λέγε.
「『神々の神なる主。』そしてまた、『神は神々の集いに立たれ、その中で神々を裁かれる。』それゆえ私は不思議に思う。これほど多くの言葉が書き記されて、多くの神々が存在することを証ししているのに、お前はそれを語ることも、そう考えることもしてはならないと言い張っているのだから。さて、これほど明白に語られたことに対して、お前は何を言えるのか。すべてについて言ってみよ。」