作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia XIII, Caput V 第XIII講話 第V章

Anonymous · Homiliae · 2 sectiones

Homiliae 13.5.1

1

Ἡ δὲ ἀκούσασα ἔφη· τί οὖν κωλύει με σήμερον βαπτισθῆναι; ἥ τις πρὸ τοῦ σε ἰδεῖν τοὺς λεγομένους θεοὺς ἀπεστράφην, λογισμῷ τούτῳ, ὅτι πολλὰ σχεδὸν καθ᾽ ἡμέραν θυούσῃ αὐτοῖς ἐν ταῖς ἀνάγκαις οὐ παρεστάθησάν μοι περὶ δὲ μοιχείας τι δεῖ καὶ λέγειν; ὁπότε οὐδ’ ὅτε ἐπλούτουν, τρυφή με τοῦτο ἠπάτησεν, οὐδ’ ἡ μετὰ ταύτην πενία ἐπὶ τοῦτο ἐλθεῖν ἀναγκάσαι δεδύνηται, ἀντιποιουμένην μου τῆς σωφροσύνης ὡς μεγίστου κάλλους, ἧς ἕνεκα εἰς τοσαύτην ἦλθον περίστασιν. ἀλλ᾽ οὐδ᾽ οἶμαί σε, κύριέ μου Πέτρε, ἀγνοεῖν, ὅτι ἡ πλείων ἐπιθυμία ἐξ εὐθυμιῶν γίνεται. ὅθεν ἐγὼ ἐν εὐθυμίᾳ σωφρονήσασα, ἐν δυσθυμίᾳ πρὸς ἡδονὰς ἐμαυτὴν οὐκ ἀποδίδωμι. ἀλλὰ μηδὲ νῦν μου κακεχίας ἀπηλλάχθαι νομίσῃς τὴν ψυχήν, τὴν ποσῶς παραμυθίας τυχοῦσαν διὰ τὴν Κλήμεντος ἐπίγνωσιν. ἀντεισερχομένη γὰρ ἡ ἐκ τῶν δύο τέκνων μου ἀθυμία καὶ τὴν ποσῶς ἀμαυροῖ χαράν. παρακαλέσομαι γὰρ περὶ αὐτῶν ὅτι ἐν θαλάσσῃ διεφώνησαν, ἀλλ᾽ οὐχ ὅτι πρὸς τούτοις ἐκτὸς τειχῶν θρησκείας Θεοῦ φθαρέντες τὰ σώματα καὶ τὰς ψυχὰς ἀπώλοντο. ὁ δὲ τούτων πατὴρ, ἐμὸς δὲ σύμβιος, ὡς παρὰ Κλήμεντος ἔμαθον, ἐπί τε τὴν ἐμὴν καὶ τὴν τῶν υἱῶν ζήτησιν ἐκβάς, τοσούτοις ἔτεσιν ἀφανής ἐστιν·

母はこれを聞いて言った。「それでは、今日私が洗礼を受けることを妨げるものは何でしょうか。私は、あなたにお会いする前から、いわゆる神々には背を向けていました。というのも、必要に迫られてほとんど毎日のように彼らに犠牲を捧げていたのに、彼らは私を助けに現れてくれなかったからです。姦淫については、なおさら言うまでもありません。裕福であったときも、贅沢が私を欺いてそこへ誘い込むことはありませんでしたし、その後の貧しさも、私にそうすることを強いることはできませんでした。私は自分の貞淑さを、最大の美として守り抜いてきたのです。そしてそのために、これほどの苦境にまで至ったのです。しかし、我が主ペトロよ、あなたもご存じないはずはないでしょう。より強い欲望は、心が満ち足りているときに生まれるものです。それゆえ、私は心が満ち足りていたときにこそ貞淑を守ったのであり、心が沈んでいるときに快楽に身を委ねることはありません。とはいえ、今もなお、私の魂が不幸から解き放たれたとはお思いにならないでください。クレメンスを見分けたことによって、いくらか慰めを得てはいますが。もう二人の子のことを思う悲しみが、代わりに入り込んできて、その喜びをいくらか曇らせるからです。私は、あの子たちが海で命を落としたことについては、まだ自分を慰めることができるでしょう。しかし、それに加えて、神への信仰の城壁の外で、体も魂も滅んでしまったのだとすれば、それは慰めようがありません。あの子たちの父、すなわち私の夫は、クレメンスから聞いたところによれば、私と息子たちを捜すために旅立ったまま、これほど長い年月、行方が知れずにいるとのことです。」

Homiliae 13.5.2

2

πάντως δὲ ἐτελεύτησεν. καὶ γὰρ ὁ ταλαίπωρος ὑπὸ σωφροσύνης με ἀγαπῶν φιλότεκνος ἦν. ὅθεν πάντων ἡμῶν ὑπὲρ πάντα αὐτῷ ἠγαπημένων στερηθεὶς ὁ γέρων ὑπὸ μεγίστης ἀθυμίας διεφώνησεν.

「きっと、もう亡くなったに違いありません。あの哀れな人は、私の貞淑さのゆえに私を愛し、また子を愛する人でもあったのですから。それゆえ、何よりも愛していた我々全員を失って、あの老人は深い悲しみのあまり、命を落としたに違いないのです。」