Homiliae 16.2.1
Ἔμαθον ὡς ὑπέσχου ἐχθὲς τῷ αύστῶ, εἰς τὴν σήμερον δεῖξαι τῇ τάξει τὸν λόγον ποιούμενος, καὶ ἀπ᾽ αὐτοῦ ἀρχόμενος τοῦ τῶν ὅλων δεσπότου, ὅτι αὐτὸν μόνον δεῖ λέγειν, ἄλλους δὲ μήτε λέγειν μήτε νομίζειν, ὅτι ὁ παρὰ τοῦτο ποιῶν αἰωνίως κολασθῆναι ἔχει. πρὸ πάντων δὲ ἀληθῶς καταπέπληγμαί σου τὴν πρόνοιαν, ὅτι ἤλπισας εἰς τὴν σὴν βούλησιν μεταπεῖσαι ἄνδρα σοφὸν, καὶ ταῦτα πρεσβύτην. ἀλλ᾽ οὐκ ἐπιτεύξῃ τῶν σῶν βουλευμάτων, ταύτῃ μᾶλλον, παρόντος ἐμοῦ, καὶ τοὺς ψευδεῖς σου διελέγχοντος λόγους. ἴσως γὰρ ἐμοῦ μὴ παρόντος ἠπατήθη ἄν ὁ σοφὸς γέρων, ἰδιώτης ὤν τῶν παρὰ Ἰουδαίοις δημοσίᾳ πεπιστευμένων βίβλων. καὶ τὸ νῦν τοὺς πολλοὺς ὑπερθήσομαι λόγους, ἵνα τῆς ὑποσχέσεώς σου τάχιον τὸν ἔλεγχον ποιήσωμαι. διὸ ἐφ᾽ ἡμῶν αὐτῶν τῶν τὰς γραφὰς εἰδότων, ὅ ὑπέσχου λέγειν, ἆρξαι. εἰ δὲ τὸν ἔλεγχον αἰδούμενος ἐφ᾽ ἡμῶν αὐτῶν σὴν ὑπόσχεσιν παραλιπεῖν θέλεις, αὐτάρκης καὶ οὕτως ἡ ἀπόδειξις ὅτι ψεύδῃ, καθ᾽ ὅτι ἐπὶ τῶν τὰς γραφὰς εἰδότων εἰπεῖν οὐκ ἐτόλμησας. καὶ νῦν δὲ τί σε ἀναμένω λέγειν, μέγιστον ἔχων μάρτυρα τῆς ὑποσχέσεώς σου τὸν παρεστῶτα γέροντα; καὶ ταῦτα εἰπὼν ἐμβλέψας τῷ πατρὶ ἔφη·
「私は、お前が昨日、あの老人に対して、今日、順序立てて教えを示すと約束したと聞いた。万物の主宰者ご自身から始めて、この方のみを神と呼ぶべきであり、他の者たちを神と呼ぶことも、そう考えることもしてはならず、これに反して行う者は永遠に罰せられるべきだ、という教えだ。だが何よりもまず、私はお前の思慮深さに驚いている。知恵ある人物を、しかも老人を、自分の思うがままに翻意させようと望んだとは。だが、お前はその企てを果たすことはできまい。まして私がここにいて、お前の偽りの言葉を論駁するからには、なおのことだ。もし私がいなかったなら、あの賢い老人も、ユダヤ人の間で公に信じられている書物には門外漢であるだけに、あるいは欺かれたかもしれない。だが今は、お前の約束の論駁を早く行うために、多くの言葉は差し控えよう。だから、聖書を知る我々自身の前で、約束したことを語り始めるがよい。もし論駁を恥じて、我々の前で約束を果たすことを差し控えたいと思うなら、それだけでも、お前が偽っているという十分な証明になる。聖書を知る者たちの前では語ろうとしなかったのだから。それに今、お前の言葉を待つ必要が私にあるだろうか。ここに立っている老人こそ、お前の約束の何よりの証人なのだから。」こう言ってから、彼は父を見つめてこう言った。
Homiliae 16.2.2
εἰπέ μοι, ἀνδρῶν πάντων τιμιώτατε, οὐχὶ οὗτος ὁ ἀνὴρ ὑπέσχετό σοι δεῖξαι σήμερον, ὅτι εἷς ἐστιν Θεὸς καὶ οὐ χρὴ ἕτερόν τινα λέγειν ἢ νομίζειν Θεόν, ὁ δὲ παρὰ ταῦτα ποιῶν, ὡς τὰ μέγιστα ἁμαρτάνων, αἰωνίως κολασθῆναι ἔχει; ἢ γὰρ οὐκ ἀποκρίνῃ μοι;
「教えてくれ、あらゆる人の中で最も尊い方よ。この男は、今日お前に、神はただひとりであり、他の誰をも神と呼ぶことも、そう考えることもしてはならず、これに反して行う者は、この上ない罪を犯した者として永遠に罰せられるべきだと示すと約束しなかったか。それとも私に答えないのか。」