作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia IV, Caput XXIV 第IV講話 第XXIV章

Anonymous · Homiliae · 2 sectiones

Homiliae 4.24.1

1

Ταῦτα ὁ Ἀππίων ἀκούσας ἔφη· ᾔδειν ἐξ ὅτε ἤκουσα Ἰουδαίοις σε προσομιλοῦντα, ἠλλοιῶσθαι τὴν γνώμην. καλῶς γὰρ εἴρηταί τινι· φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. κᾀγὼ ἔφην· οὐκοῦν ἐπανορθοῦσιν ἤθη ἄχρηστα ὁμιλίαι καλαί. καὶ ὁ Ἀππίων ἔφη· σήμερον πεπληροφορήμην τὴν σὴν ἐπιγνῶναι ἔνστασιν· διό σοι πρώτῳ εἰπεῖν συνεχωρήσαμεν. αὔριον δὲ ἐνταῦθα, εἴ σοι φίλον ἐστίν, ἐπὶ τῶν αὐτῶν φίλων συνελθόντων ἀποδείξω, ὅτι οἱ θεοὶ ἡμῶν οὔτε μοιχοὶ ὄντες τυγχάνουσιν, οὔτε φονεῖς, οὔτε παίδων φθορεῖς, οὐκ ἀδελφαῖς ἢ θυγατράσιν πλησιάσαντες· ἀλλ᾽ οἱ ἀρχαῖοι τὰ μυστήρια μόνους τοὺς φιλομαθεῖς εἰδέναι θέλοντες μύθοις οἷς εἴρηκας αὐτὰ προεκάλυψαν.

アッピオンはこれを聞いて言った。「お前がユダヤ人たちと交わっていると聞いたときから、その考えが変わってしまったのだと分かっていた。ある人がうまく言ったものだ——『悪しき交わりは善き習わしを損なう』と。」私は言った。「それならば、善き交わりは、悪しき習わしを正すことにもなろう。」するとアッピオンは言った。「今日、私はお前の言い分をよく知ることができた。それゆえ、お前に先に語らせることを許したのだ。だが明日、もしお前の意にかなうなら、ここで、同じ友人たちが集まったところで、私は証明してみせよう——我々の神々は姦夫でもなければ、殺人者でもなく、少年を汚す者でもなく、姉妹や娘に近づいた者でもないということを。むしろ、古の人々は、その秘儀を学びを愛する者たちだけに知らせたいと望んで、お前が語ったような神話によってそれらを覆い隠したのだ。」

Homiliae 4.24.2

2

Ζῆνα γὰρ τὴν ζέουσαν οὐσίαν εἶναι φυσιολογοῦσιν, Κρόνον δὲ τὸν χρόνον, καὶ Ῥέαν τὴν ἀεὶ ῥέουσαν τοῦ ὕδατος φύσιν. πλὴν ὡς ὑπεσχόμην, αὔριον τὸ καθ᾽ ἕκαστον εἶδος ἕωθεν ὑμῖν συνελθοῦσιν ἀλληγορήσας τὴν τῶν ὄντων ἀλήθειαν ἐκφανῶ. κᾀγὼ πρὸς ταῦτα ἔφην· αὔριον, ὡς ὑπέσχου , οὕτως ποίησον· ἤδη δὲ ἐντεῦθεν καὶ πρὸς αὐτά, ἃ μέλλεις λέγειν, ἄκουσον.

「ゼウス(ゼーン)とは沸き立つ実体のことであると自然学的に説き、クロノスとは時間のことであり、レアとは絶えず流れゆく水の本性のことである、と。ただし、私が約束したとおり、明日の朝早く、諸君が集まったところで、それぞれの形を寓意によって解き明かし、物事の真理を明らかにしよう。」そこで私はこれに対して言った。「約束したとおり、明日はそのようにするがよい。だが、すでにここから、お前が語ろうとしていることに対しても聞くがよい。」