作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia V, Caput XXIII 第V講話 第XXIII章

Anonymous · Homiliae · 3 sectiones

Homiliae 5.23.1

1

Οὐκ ἄρα ἦσαν θεοὶ, ἀλλὰ τυράννων αἰνίγματα. Κρόνου γὰρ ἐν τοῖς Καυκασίοις ὄρεσιν, οὐκ ἐν οὐρανῷ, ἀλλ᾽ ἐν γῇ τάφος τις δείκνυται, ἀνδρὸς ἀγρίου καὶ τεκνοβόρου. ἀλλὰ καὶ τοῦ ἀσελγοῦς Διὸς, τοῦ μυθικοῦ, τοῦ ὁμοίως τὴν θυγατέρα Μῆτιν καταπιόντος, ἐν Κρήτῃ θεωρεῖται τάφος·

「『したがって、彼らは神々ではなく、僭主たちの謎かけにすぎなかった。クロノスについては、カウカソス山中に——天ではなく地に——ある墓が示されている。それは、荒々しく我が子を食らった一人の男の墓である。だが、あの放埓なゼウス、あの作り話のゼウス——同じく自分の娘メティスを呑み込んだ者——の墓も、クレタで見られる。』」

Homiliae 5.23.2

2

καὶ ἐν τῇ Ἀχερουσίᾳ δὲ λίμνῃ Πλούτωνος καὶ Ποσειδῶνος· Ἡλίου δὲ ἐν Ἄστροις καὶ Σελήνης ἐν Καρκοῖς Ἑρμοῦ δὲ ἐν Ἑρμουπόλει· Ἄρεως ἐν Θρᾴκῃ· Ἀφροδίτης ἐν Κύπρῳ· Διονύσου ἐν Θήβαις·

「『またアケルシアの湖のほとりには、プルトンとポセイドンの墓が。ヘリオスはアストロイに、セレネはカルコイに、ヘルメスはヘルモポリスに、アレスはトラキアに、アフロディテはキュプロスに、ディオニュソスはテーバイに、』」

Homiliae 5.23.3

3

καὶ τῶν ἄλλων ἐν ἄλλοις τόποις. πλὴν φαίνονται αὐτῶν τῶν λεχθέντων θεῶν οἱ τάφοι. ἄνθρωποι γὰρ ἦσαν, καὶ ταῦτα μοχθηροὶ καὶ μάγοι. οὐδὲ γὰρ ἄλλως μονοκράτορες ἐγεγόνεισαν, Ζεὺς λέγω ὁ μυθικὸς καὶ Διόνυσος, εἰ μὴ τῇ μεταμορφώσει ὧν ἤθελον ἐπεκράτουν εἰς ὅπερ αὐτοὶ ἤθελον.

「『そのほかの者たちもそれぞれの土地に墓を持つ。とはいえ、その語られた神々自身の墓が現に見られるのだ。彼らは人間であった。しかも邪悪な、魔術師であった。事実、あの作り話のゼウスやディオニュソスにしても、姿を変えることによって、自分の望む相手を、望むとおりに支配したのでなければ、単独の支配者となることはできなかったであろう。』」