作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia XVI, Caput VII 第XVI講話 第VII章

Anonymous · Homiliae · 7 sectiones

Homiliae 16.7.1

1

Καὶ ὁ Πέτρος ἔφη· συντομώτερον ἄκουε πρὸς ἅ εἴρηκας. αὐτὸς ὁ νόμος ὁ πολλάκις εἰπὼν θεοὺς αὐτὸς τῷ Ἰουδαίῳ ὄχλῳ λέγει·

するとペトロは言った。「お前の言ったことについては、手短に聞くがよい。多くの神々と語ったその同じ律法自身が、ユダヤの民に向かってこう言っている。」

Homiliae 16.7.2

2

ἰδοὺ κυρίου τοῦ Θεοῦ σου ὁ οὐρανὸς τοῦ οὐρανοῦ, καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτοῖς, συμπεριλαβὼν, ὅτι εἰ καί εἰσιν θεοὶ, ὑπ᾽ αὐτόν εἰσιν, τουτέστιν ὑπὸ τὸν Ἰουδαίων Θεόν. καὶ πάλιν·

「『見よ、天の天とその中にあるすべてのものは、主なるお前の神のものである。』こう総括して言うことで、たとえ神々があるとしても、それらはこの方の下にある、すなわちユダヤ人の神の下にあるということを示しているのだ。そしてまた、」

Homiliae 16.7.3

3

ὅτι κύριος ὁ Θεός σου, οὕτος Θεὸς ἐν τῷ οὐρανῷ ἄνω, καὶ ἐν τῇ γῇ κάτω, καὶ ἐκ ἐστιν ἄλλος πλὴν αὐτοῦ. καὶ ἄλλῃ που λέγει ἡ γραφὴ τῷ Ἰουδαίων ὄχλῳ·

「『主なるお前の神、この方こそ、上は天に、下は地に、神であり、この方の他には他の者はない。』そして他のところでは、聖書はユダヤの民に向かってこう言っている。」

Homiliae 16.7.4

4

Κύριος ὁ Θεός σου, οὗτος Θεὸς τῶν θεῶν, ὥσπερ ὅτι εἰ καί εἰσιν θεοὶ, ὑπὸ τὸν Ἰουδαίων Θεόν εἰσιν. καὶ ἄλλῃ που περὶ αὐτοῦ λέγει ἡ γραφή·

「『主なるお前の神、この方こそ神々の神である』――たとえ神々があるとしても、ユダヤ人の神の下にあるかのように。そして他のところで、聖書はこの方についてこう言っている。」

Homiliae 16.7.5

5

ὁ Θεὸς ὁ μέγας καὶ ἀληθινὸς, ὅς οὐ λαμβάνει εἰς πρόσωπον, οὐδὲ μὴ λάβῃ δῶρον, ποιῶν κρίσιν ὀρφανῷ καὶ χήρᾳ. μέγαν δὲ καὶ ἀληθινὸν καὶ κρίσιν ποιοῦντα τὸν Ἰουδαίων ἡ γραφὴ εἰποῦσα Θεὸν, τοὺς ἄλλους μικροὺς καὶ οὐκ ἀληθινοὺς ἐσήμανεν. ἀλλὰ καὶ ἄλλῃ που λέγει ἡ γραφή·

「『神は偉大にして真実であり、人を分け隔てせず、賄賂も受け取らず、みなしごと寡婦のために裁きを行われる。』聖書は、偉大にして真実であり、裁きを行う方をユダヤ人の神であると言うことによって、他の者たちは小さく、真実でないことを示したのだ。そしてまた他のところで、聖書はこう言う。」

Homiliae 16.7.6

6

ζῶ ἐγὼ, λέγει κύριος, οὐκ ἔστιν Θεὸς ἕτερος πλὴν ἐμοῦ. ἐγὼ πρῶτος, ἐγὼ μετὰ ταῦτα, πλὴν ἐμοῦ Θεὸς οὐκ ἔστιν. καὶ πάλιν· Κύριον τὸν Θεόν σου φοβηθήσῃ, καὶ αὐτῷ μόνῳ λατρεύσεις. καὶ πάλιν·

「『私は生きている、と主は言われる。私の他に他の神はない。私が初めであり、私がその後であり、私の他に神はない。』そしてまた、『お前は主なるお前の神を畏れ、この方にのみ仕えよ。』そしてまた、」

Homiliae 16.7.7

7

ἄκουε Ἰσραήλ, κύριος ὁ Θεὸς ἡμῶν κύριος εἷς ἐστιν. καὶ ὁμῶς πολλαὶ φωναὶ μεθ᾽ ὅρκου ἐπισφραγίζουσιν, ὅτι εἷς ἐστιν ὁ Θεὸς, καὶ πλὴν αὐτοῦ οὐκ ἔστιν Θεός. ὅθεν θαυμάζω, πῶς τοσούτων μαρτυρουσῶν φωνῶν ἕνα εἶναι Θεὸν, σὺ πολλοὺς εἶναι λέγεις.

「『聞け、イスラエルよ、主なる我々の神は唯一の主である。』このように、多くの言葉が誓いをもって、神はただひとりであり、この方の他に神はいないと確証しているのだ。それゆえ私は不思議に思う。これほど多くの言葉が、神はただひとりであると証ししているのに、お前は多くの神々があると言うのだから。」