Homiliae 8.11.1
Οἱ δὲ ἐπεὶ μὴ πρῶτον τῶν κακῶν ἐπειράσθησαν, πρὸς τὴν τῶν ἀγαθῶν δωρεὰν ἀναισθήτως ἔχοντες ὑπὸ τῆς ἀφθόνου τροφῆς καὶ τρυφῆς εἰς ἀχαριστίαν ἐξετρέποντο , ὡς νομίσαι αὐτοὺς μήδ᾽ εἶναι πρόνοιαν, ἐπεὶ μὴ πρότερον καμόντες ἐπὶ δικαιοσύνης ὡς μισθὸν τὰ ἀγαθὰ εἰλήφεσαν, ἅτε μηδενὸς αὐτῶν ἢ πάθει τινὶ ἢ νόσῳ ἢ ἄλλῃ τινὶ ἀνάγκῃ ὑποπεσόντος·
「しかし彼らは、まだ悪しきことを経験していなかったので、善き賜物に対して無感覚となり、惜しみない糧と贅沢とによって不感謝へと転じてしまい、あたかも摂理など存在しないかのように思うに至った。彼らは、正義のうえに労苦した末に報いとして善きものを受け取ったのではなく、彼らの誰ひとりとして、いかなる情念にも病にも、そのほかいかなる窮迫にも陥ったことがなかったからである。」
Homiliae 8.11.2
ἵνα, ὡς ἀνθρώποις φίλον ἐστὶν ὑπὸ τῆς κακῆς διαμαρτίας κακωθεῖσιν, ἑαυτοῖς τὸν ἰᾶσθαι δυνάμενον περιβλέψωνται Θεόν. ἀλλὰ γὰρ εὐθέως μετὰ τὴν ἐκ τῆς ἀφοβίας καὶ ἀδεοῦς τρυφῆς καταφρόνησιν, ὥσπερ ἐξ ἁρμονίας τινὸς ἀκολούθως ἐφηρμοσμένης, δικαία τις αὐτοῖς ἀπήντησεν τιμωρία, τὰ μὲν γὰρ ἀγαθὰ ὡς βλάψαντα ἀπωθοῦσα, τὰ δὲ κακὰ ὡς ὠφελήσαντα ἀντεισφέρουσα.
「それは、人間にとって常であるように、悪しき過ちによって害を受けたときにこそ、自分たちを癒すことのできる神を見回して求めるようになるためであった。しかし、恐れを知らぬ安穏な贅沢からの侮り高ぶりが生じるとすぐに、あたかもある調和から順を追ってあてがわれたかのように、正当な懲罰が彼らに臨んだ。それは、善きものを害となったものとして退け、悪しきものを益となったものとして代わりにもたらす懲罰であった。」