Homiliae 5.13.1
Ἔτι δὲ μίγνυται ἀδελφῇ τῇ ἐξ Θὐρανοῦ καὶ Θαλάσσης αὐτῷ γενομένῃ ἀπὸ τῆς Κρόνου ἐκτομῆς, Ἔρως καὶ Κύπρις, ἥν καὶ Δωδώνην λέγουσιν· μίγνυται δὲ καὶ Ἀντιόπῃ τῇ Νυκτέως, σατύρῳ παρεικασμένος, ἐξ ἧς Ἀμφίων καὶ Ζῆθος γεγόνασιν.
「『さらにまた、彼は自分の姉妹と交わった——ウラノスとタラッサから、クロノスの去勢によって生まれた者、すなわちエロースとキュプリス、これを人はドドナとも呼ぶ——と。またニュクテウスの娘アンティオペとも、サテュロスの姿になって交わり、彼女からアンピオンとゼトスが生まれた。』」
Homiliae 5.13.2
Ἀλκμήνῃ τῇ Ἀμφιτρύωνος γυναικὶ συνέρχεται, ὁμοιωθεὶς τῷ Ἀμφιτρύωνι τᾷ γεγαμηκότι, ἐξ ἧς Ἡρακλῆς ἐγένετο. καὶ Αἰγίνῃ τῇ Ἀσκληπιοῦ πλησιάζει, γενόμενος ἀετός, ἐξ ἧς Αἰακὸς τίκτεται.
「『アンピトリュオンの妻アルクメネとは、その夫アンピトリュオンに姿を似せて交わり、彼女からヘラクレスが生まれた。またアスクレピオスの娘アイギナには、鷲となって近づき、彼女からアイアコスが生まれた。』」
Homiliae 5.13.3
Ἀμαλθείᾳ δὲ τῇ Φώκου ὁμοιωθεὶς ἄρκτῳ συνευνάζεται. καὶ Δανάῃ τῇ Ἀκρισίου χρυσὸς ἐπεῤῥύη, ἐξ ἧς Περσεὺς ἀνέπτη. Καλλιστοῖ τῇ Λυκάονος ἠγριώθη λέων, καὶ ἄλλον τίκτει Ἀρκάδα.
「『ポコスの娘アマルテイアには、熊の姿に似せて共寝した。アクリシオスの娘ダナエには、黄金となって降り注ぎ、彼女からペルセウスが飛び立った。リュカオンの娘カリストには、獅子となって荒々しく近づき、もう一人の子アルカスをもうけた。』」
Homiliae 5.13.4
Ἐυρώπῃ τῇ Φοίνικος διὰ ταύρου συνῆλθεν, ἐξ ἧς Μίνως καὶ Ῥαδάμανθυς καὶ Σαρπηδὼν ἐξέφυσαν. Εὐρυμεδούσῃ τῇ Ἀχελῴου, μύρμηξ γενόμενος, ἐξ ἧς Μυρμιδών. Ἑρσαίου νύμφῃ, γενόμενος γύψ, ἐξ ἧς οἱ ἐν Σικελίᾳ πάλαι σοφοί.
「『ポイニクスの娘エウロペには、雄牛によって近づき、彼女からミノス、ラダマンテュス、サルペドンが生まれ出た。アケロオスの娘エウリュメドゥサには、蟻となって近づき、彼女からミュルミドンが生まれた。ヘルサイオスのニンフには、禿鷹となって近づき、彼女からかつてシケリアにいた賢者たちが生まれた。』」
Homiliae 5.13.5
Εἴμᾳ τῇ γηγενεῖ ἐν Ῥόδῳ διὰ ὄμβρου συνῆλθεν, ἐξ ἧς Παργαῖος, Κρόνιος, Κῦτος. καὶ Ὁσπίαν ἐνύμφευσεν, ὁμοιωθεὶς τῷ γήμαντι Φοίνικι, ἐξ ἧς Ἀγχίνοος αὐτῷ ἐξέφυ· Νεμούσει τῇ Θεστίου, τῇ καὶ Λήδᾳ νομισθείσῃ, κύκνος ἢ χὴν γενόμενος Ἐλένην ἐτεκνώσατο, καὶ αὖθις ἀστὴρ γενόμενος Κάστορα καὶ Πολυδεύκην ἐξέφηνεν. Λαμίᾳ ἐπεμορφώθη ἔποψ.
「『ロドスの地生まれの女エイマには、雨となって降り注いで近づき、彼女からパルガイオス、クロニオス、キュトスが生まれた。またホスピアを娶った——彼女の夫であったポイニクスに姿を似せて——彼女からアンキノオスが彼のもとに生まれ出た。テスティオスの娘ネメウーセ、レダとも見なされた女には、白鳥あるいは雁となってヘレネを生ませ、また改めて星となってカストルとポリュデウケスを生み出させた。ラミアには、ヤツガシラの姿となって近づいた。』」