Homiliae 1.11.1
Ταῦτα αὐτοῦ λέγοντος, ὡς ἐκ συμφωνίας ἄτακτον ἠφίεσαν γέλωτα, κατασιωπᾶν καὶ ἀπορεῖν αὐτὸν πειρώμενοι ὡς βάρβαρόν τινα δαιμονῶντα. ἐγὼ δὲ ταῦτα ὁρῶν, ζήλῳ οὐκ οἶδ’ ὅπως ληφθείς, εὐσεβεῖ θυμῷ τοῦ λοιποῦ σιγᾶν οὐκ ἐκαρτέρουν, ἀλλὰ μετὰ παῤῥησίας ἐβόων λέγων·
彼がこう語っていると、まるで示し合わせたかのように、彼らは無秩序な笑いをあげた。彼を黙らせ、ダエモーンにとりつかれた野蛮人ででもあるかのように当惑させようとしたのである。私はこれを見て、どういうわけか熱情に駆られ、敬虔な憤りに満たされて、それ以上黙っていることができず、大胆に声をあげてこう言った。
Homiliae 1.11.2
εὐλόγως ὁ Θεὸς ὑμῖν ἀκατάληπτον τὴν αὐτοῦ βούλησιν ἔθετο, ἀναξίους προιδών, ὡς ἐκ τῶν νῦν τοὺς κριτικὸν νοῦν ἔχοντας πληροφορῶν φαίνεται. ἐπεὶ γὰρ νῦν τῆς αὐτοῦ βουλήσεως κήρυκες ἐξαπεστάλησαν, οὐ γραμματικὴν ἐπαγγελλόμενοι τέχνην, ἀλλ᾽ ἁπλοῖς καὶ ἀπανούργοις τὴν αὐτοῦ βούλησιν ἐκφαίνοντες, ὡς πάντα ὁντιναοῦν τὸν ἀκούσαντα νοεῖν τὰ λεγόμενα, καὶ οὐ μετὰ ἕξεως τινος φθονερᾶς, παρέχειν πᾶσιν ἑαυτὴν μὴ βουλομένης πάρεστε ὑμεῖς, πρὸς τῷ μὴ νοεῖν τὸ ὑμῖν συμφέρον, ἐπὶ τῇ ὑμετέρᾳ βλάβῃ γελᾶν τὴν εἰς τὴν ὑμετέραν καταδίκην ἐν βαρβάροις πολιτευσαμένην ἀλήθειαν, ἣν καὶ ὑμῖν ἐπιδημήσασαν ξενίσαι οὐ βούλεσθε, διὰ τὰς ἀσελγείας ὑμῶν, καὶ τὸ λιτὸν τῶν λόγων αὐτῆς, ἵνα μὴ ἐλεγχθῆτε, ὅτι εἰ καὶ φιλόλογοί ἐστε, καὶ οὐ φιλαλήθεῖς φιλόσοφοι μέχρι μὲν οὖν πότε λαλεῖν μανθάνετε , οἱ τὸ λαλεῖν οὐκ ἔχοντες; πολλὰ γὰρ ὑμῶν ῥήματα ἑνὸς οὐκ ἄξια λόγου. τί ἄρα ἐρεῖ ὑμῶν τὸ ἑλληνικὸν πλῆθος μία ψυχὴ γενόμενον, εἴπερ ἔσται κρίσις, ὡς οὗτος λέγει; διὰ τί, ὦ θεέ, τὴν σὴν βούλησιν οὐκ ἐκήρυξας ἡμῖν; οὐ πάντως ἀκούσεσθε, εἴπερ ἀποκρίσεως καταξιωθήσεσθε, τάδε·
「神が諸君にとってその御旨を理解しがたいものとされたのは、もっともなことだ。神はあらかじめ諸君が値しない者であることを見抜いておられたのであり、それは今、判断力ある人々に確信を与えるためにこそ、明らかにされているのだ。今、神の御旨の使者たちが遣わされているが、彼らは文法の技巧を誇るのではなく、単純で悪意のない仕方でその御旨を明らかにしており、聞く者が誰であれ語られていることを理解できるようにしている。そこには、自分を万人に与えることを望まない妬み深いあり方はない。ところが諸君は、自分にとって益となることを理解しないばかりか、諸君自身の害となるしかたで、諸君の断罪となるべく野蛮な人々のうちに住まったその真理を嘲笑っている。その真理が諸君のもとに来ても、諸君はそれを迎え入れようとしない。それは諸君の放埒さと、その言葉の簡素さのためだが、それは諸君がこう論駁されぬためであろう。『諸君は言葉を愛する者ではあっても、真理を愛する哲学者ではない』と。語ることを持たぬ者たちよ、諸君はいつまで語ることを学び続けるのか。諸君の言葉の多くは、一つの理にも値しない。もし彼の言うとおり裁きがあるとすれば、諸君ギリシア人の群衆が一つの魂となったとき、一体何を語るというのか。『神よ、なぜ汝はその御旨を我々に告げ知らせなかったのか』と。もし諸君が答えに値するとされるなら、諸君はきっと次のように聞かされるのではないか。」
Homiliae 1.11.3
ἐγὼ πάσας τὰς ἐσομένας πρὸ καταβολῆς κόσμου εἰδὼς προαιρέσεις, ἰδίως ἑκάστῳ πρὸς τὸ αὐτοῦ ἄξιον λανθανόντως προαπήντησα·
『私は、世界の基が据えられる前から、生じるであろうすべての人の選びを知っていたがゆえに、おのおのにふさわしく、ひそかに、あらかじめ迎えに行ったのだ。』
Homiliae 1.11.4
τοῦτο δὲ αὐτὸ ὅτι οὕτως ἔχει, βουληθεὶς τοὺς προσπεφευγότας μοι πληροφορῆσαι, διὰ τί ἀπαρχῆς ἐκ προτέρων γενεῶν τὴν ἐμὴν βούλησιν δημοσίᾳ ἐκ εἴασα κηρυχθῆναι, νῦν πρὸς τῷ τέλει τοῦ βίου κήρυκας ἐμῆς βουλῆς ἀπέστειλα, οἱ καὶ ὑβριζόμενοι χλευάζονται ὑπὸ τῶν μηδὲν ὠφελεῖσθαι θελόντων καὶ ἐπιτεταμένως τὴν ἐμὴν φιλίαν παραιτησαμένων. ὢ μεγάλης ἀδικίας, μέχρι φθόνου κινδυνεύουσιν κήρυκες, καὶ ταῦτα ὑπὸ τῶν εἰς σωτηρίαν καλουμένων ἀνδρῶν.
『そして、事がまさにそうであることを、私のもとに逃れて来た者たちに確信させようと望んだがゆえに——なぜ初めから、それ以前の世代のあいだ、私は自分の御旨を公に宣べ伝えさせなかったのか、その理由を——今、この世の終わりに近づいて、私は自分の御旨の使者たちを遣わした。だが彼らは、何の益も受けようとせず、私の親愛を頑なに拒む者たちによって、辱められ嘲られている。ああ、なんという大いなる不正か。使者たちは妬みによって危険にさらされている。しかも、それは救いへと招かれているはずの人々によってなのだ。』