作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia VII, Caput VI 第VII講話 第VI章

Anonymous · Homiliae · 2 sectiones

Homiliae 7.6.1

1

Τοῦ δὲ Πέτρου εἰσιόντος εἰς τὴν Σιδῶνα, πολλοὺς ἐν κλίναις φέροντες πρὸ αὐτοῦ ἐτίθεσαν. ὁ δὲ πρὸς αὐτοὺς ἔφη·

ペトロがシドンに入って行くと、人々は多くの病人を寝床に乗せて運び、彼の前に置いた。彼は彼らに向かってこう言った。

Homiliae 7.6.2

2

μὴ τοίνυν νομίσητε ἐμέ τι δύνασθαι πρὸς ὑμετέραν ἴασιν, ἄνδρα θνητὸν καὶ αὐτὸν πολλοῖς πάθεσιν ὑποπεσεῖν δυνάμενον ὑφηγεῖσθαι δὲ ὑμῖν τὸν τρόπον δἰ οὗ σωθῆναι δυνήσεσθε οὐ φθονῶ, καὶ αὐτὸς παρὰ τοῦ τῆς ἀληθείας προφήτου μαθὼν τοὺς προωρισμένους τοῦ Θεοῦ πρὸ καταβολῆς κόσμου ὁρισμούς, λέγω δὲ ἐπὶ ποίαις κακαῖς πράξεσιν τοὺς ἀνθρώπους ἔταξεν ὑπὸ τοῦ τῆς κακίας ἡγεμόνος κακοῦσθαι, ὁμοίως τε ἐπὶ ποίαις ἀγαθαῖς πράξεσιν ὥρισεν πρότερον πιστεύσαντας αὐτῷ ἰωμένῳ τὰ σώματα σώζεσθαι, ἔπειτα καὶ τὰς ψυχὰς ἐπανορθοῦσθαι πρὸς τὸ ἀνώλεθρον.

「それゆえ、私が諸君の癒しのために何かをなし得ると思ってはならない。私自身、死すべき人間であり、多くの情念に陥りうる者である。だが、諸君がいかにして救われうるかを諸君に示すことを、私は惜しまない。私自身、真の預言者のもとで、神が世界の基の置かれる前にあらかじめ定めた定めを学んだのである。すなわち、人間がいかなる悪しき行いのゆえに悪の統率者によって害されるように定められたか、また同様に、いかなる善き行いのゆえに、まず癒す方である神を信じた者たちが肉体において救われ、次いで魂をも滅びなきものへと立て直されるように定められたか、である。」